<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="10"><p> ταῦτʼ ἀκούσαντες ἐκπεπληγμένοι καὶ δακρύοντες ὤχοντο πρὸς τὴν μητέρα, καὶ παραλαβόντες ἐκείνην ἧκον πρὸς ἐμέ, οἰκτρῶς ὑπὸ τοῦ πάθους διακείμενοι καὶ ἀθλίως ἐκπεπτωκότες, κλάοντες καὶ παρακαλοῦντες με μὴ περιιδεῖν αὐτοὺς ἀποστερηθέντας τῶν πατρῴων μηδʼ πτωχείαν καταστάντας, ὑβρισμένους ὑφʼ ὦν ἥκιστα ἐχρῆν, ἀλλὰ βοηθῆσαι καὶ τῆς ἀδελφῆς ἕνεκα καὶ σφῶν αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="11"><p> πολλὰ ἂν εἴη λέγειν, ὅσον πένθος ἐν τῇ ἐμῇ οἰκίᾳ ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ. τελευτῶσα δὲ ἡ μήτηρ αὐτῶν ἠντεβόλει με καὶ ἱκέτευε συναγαγεῖν αὐτῆς τὸν πατέρα καὶ τοὺς φίλους, εἰποῦσα ὅτι, εἰ καὶ μὴ πρότερον εἴθισται λέγειν ἐν ἀνδράσι, τὸ μέγεθος αὐτὴν ἀναγκάσει τῶν συμφορῶν περὶ τῶν σφετέρων κακῶν δηλῶσαι πάντα πρὸς ἡμᾶς. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="12"><p> ἐλθὼν δʼ ἐγὼ ἠγανάκτουν μὲν πρὸς Ἡγήμονα τὸν ἔχοντα τὴν τούτου θυγατέρα, λόγους δʼ ἐποιούμην πρὸς τοὺς ἄλλους ἐπιτηδείους, ἠξίουν δὲ τοῦτον εἰς ἔλεγχον ἰέναι περὶ τῶν χρημάτων.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χρημάτων</foreign> Halbertsman: <foreign xml:lang="grc">πραγμύτων</foreign> MSS.</note> Διογείτων δὲ τὸ μὲν πρῶτον οὐκ ἤθελε, τελευτῶν δὲ ὑπὸ τῶν φίλων ἠναγκάσθη. ἐπειδὴ δὲ συνήλθομεν, ἤρετο αὐτὸν ἡ γυνή, τίνα ποτὲ ψυχὴν ἔχων ἀξιοῖ περὶ τῶν παίδων τοιαύτῃ γνώμῃ χρῆσθαι, <q>ἀδελφὸς μὲν ὢν τοῦ πατρὸς αὐτῶν, πατὴρ δʼ ἐμός, θεῖος δὲ αὐτοῖς καὶ πάππος.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg032.perseus-grc2" n="13"><p><q rend="merge">καὶ εἰ μηδένα ἀνθρώπων ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε</q> φησί <q>δεδιέναι· ὃς ἔλαβες μέν, ὅτʼ ἐκεῖνος ἐξέπλει<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐξέπλει</foreign> Taylor: <foreign xml:lang="grc">ἐξέλιπε</foreign> MSS.</note>, πέντε τάλαντα παρʼ αὐτοῦ παρακαταθήκην. καὶ περὶ τούτων ἐγὼ ἐθέλω τοὺς παῖδας παραστησαμένη καὶ τούτους καὶ τοὺς ὕστερον ἐμαυτῇ γενομένους ὀμόσαι ὅπου ἂν αὐτὸς λέγῃς. καίτοι οὐχ οὕτως ἐγώ εἰμι ἀθλία, οὐδʼ οὕτω περὶ πολλοῦ ποιοῦμαι χρήματα, ὥστʼ ἐπιορκήσασα κατὰ τῶν παίδων τῶν ἐμαυτῆς τὸν βίον καταλιπεῖν, ἀδίκως δὲ ἀφελέσθαι τὴν τοῦ πατρὸς οὐσίαν.</q></p></div></div></body></text></TEI>