καὶ γὰρ ἂν καὶ δεινὸν εἴη, ὦ ἄνδρες δικασταί, εἰ τοῖς μὲν μὴ δυναμένοις τὰ σφέτερʼ αὐτῶν εἰσφέρειν ὀργίζοισθε καὶ τὰς οὐσίας αὐτῶν ὡς ἀδικούντων δημεύοιτε, τοὺς δὲ τὰ ὑμέτερα αὐτῶν ἔχοντας μὴ τιμωροῖσθε, ἀλλὰ τῶν τε χρημάτων ἀποστεροῖσθε καὶ τούτους χαλεπωτέρους ἐχθροὺς ἔχοιτε. ἕως γὰρ ἂν τὰ ὑμέτερα ἔχοντες σφίσιν αὐτοῖς συνειδῶσιν, οὐδέποτε ὑμῖν παύσονται κακονοοῦντες, νομίζοντες τὰς τῆς πόλεως δυστυχίας μόνας ἀπαλλαγὴν εἶναι τῶν πρὸς αὐτοὺς πραγμάτων.