<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="5"><p> ὦ ἄνδρες δικασταί, Φιλοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας· προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρήματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα· εἰ δὲ τούτων μηδέτερον ποιήσει, δεδόχθαι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεδόχθαι</foreign> Markland: <foreign xml:lang="grc">δέδοκται</foreign> MSS.</note> καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέτερʼ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="6"><p rend="align(indent)">τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι <del>καὶ μὴ κατηγορεῖν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ μὴ κατηγορεῖν</foreign> del. Dobree.</note>; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει· </p></div></div></body></text></TEI>