<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="3"><p> τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φιλοκράτους ἐποιεῖτο, ἢ πρὸς τίνʼ ἀνθρώπων διέκειτο οἰκειότερον; οὐ τῶν μὲν ὑμετέρων ὁπλιτῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁπλιτῶν</foreign> Taylor: <foreign xml:lang="grc">πολιτῶν</foreign> MSS.</note> αὐτὸν ἐξήγαγε, τῶν δʼ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριήραρχον αὐτὸν κατέστησε; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="4"><p> καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρότερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν. οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον αὐτὸν τριήραρχον κατέστησεν, ἀλλʼ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι. ἡγοῦμαι δέ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="5"><p> ὦ ἄνδρες δικασταί, Φιλοκράτει δύο εἶναι καὶ μόνας ἀπολογίας· προσήκειν γὰρ αὐτῷ ἀποδεῖξαι ἢ ἑτέρους ἔχοντας τὰ Ἐργοκλέους χρήματα, ἢ ἀδίκως ἀπολωλότα ἐκεῖνον καὶ οὐδὲν ὑφῃρημένον τῶν ὑμετέρων οὐδὲ δεδωροδοκηκότα· εἰ δὲ τούτων μηδέτερον ποιήσει, δεδόχθαι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεδόχθαι</foreign> Markland: <foreign xml:lang="grc">δέδοκται</foreign> MSS.</note> καταψηφίζεσθαι, καὶ μὴ τοῖς μὲν παρὰ τῶν ἄλλων λαμβάνουσιν ὀργίζεσθαι, τοῖς δὲ τὰ ὑμέτερʼ αὐτῶν ἔχουσι συγγνώμην ἔχειν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="6"><p rend="align(indent)">τίς δʼ οὐκ οἶδεν Ἀθηναίων τρία τάλαντα περὶ Ἐργοκλέους μεσεγγυηθέντα τοῖς λέγουσιν, εἰ δύναιντο αὐτὸν σῶσαι <del>καὶ μὴ κατηγορεῖν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ μὴ κατηγορεῖν</foreign> del. Dobree.</note>; οἳ ἐπειδὴ ἑώρων τὴν ὑμετέραν ὀργὴν τιμωρεῖσθαι βουλομένην, ἡσυχίαν ἦγον καὶ οὐκ ἐτόλμων σφᾶς αὐτοὺς φανεροὺς ποιῆσαι. καὶ τὸ μὲν πρῶτον οὗτος οὐ κομιζόμενος παρʼ αὐτῶν τὰ χρήματα μηνύσειν ἔφη τῇ πόλει· </p></div></div></body></text></TEI>