<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="3"><p> τίνα δὲ Ἐργοκλῆς περὶ πλείονος Φιλοκράτους ἐποιεῖτο, ἢ πρὸς τίνʼ ἀνθρώπων διέκειτο οἰκειότερον; οὐ τῶν μὲν ὑμετέρων ὁπλιτῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁπλιτῶν</foreign> Taylor: <foreign xml:lang="grc">πολιτῶν</foreign> MSS.</note> αὐτὸν ἐξήγαγε, τῶν δʼ αὑτοῦ χρημάτων ταμίαν ἐποίησε, καὶ τὸ τελευταῖον τριήραρχον αὐτὸν κατέστησε; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg029.perseus-grc2" n="4"><p> καίτοι δεινὸν εἰ οἱ μὲν τὰς οὐσίας ἔχοντες ὀλοφύρονται τριηραρχοῦντες, οὗτος δὲ οὐδὲν πρότερον κεκτημένος ἐν ἐκείνῳ τῷ χρόνῳ ἐθελοντὴς ὑπέστη ταύτην τὴν λῃτουργίαν. οὐκοῦν δὴ οὐχ ὡς ζημιωθησόμενον αὐτὸν τριήραρχον κατέστησεν, ἀλλʼ ὡς ὠφεληθησόμενον καὶ φυλάξοντα τὰ αὑτοῦ χρήματα, οὐκ ἔχων ὅτῳ χρὴ μᾶλλον τούτου πιστεῦσαι. ἡγοῦμαι δέ, </p></div></div></body></text></TEI>