<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" n="1"><p rend="align(indent)">τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινά, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε οὐκ ἄν μοι δοκεῖ δύνασθαι Ἐργοκλῆς ὑπὲρ ἑνὸς ἑκάστου τῶν πεπραγμένων αὐτῷ πολλάκις ἀποθανὼν δοῦναι δίκην ἀξίαν τῷ ὑμετέρῳ πλήθει. καὶ γὰρ πόλεις προδεδωκὼς φαίνεται, καὶ προξένους καὶ πολίτας ὑμετέρους ἠδικηκώς, καὶ ἐκ πένητος ἐκ τῶν ὑμετέρων πλούσιος γεγενημένος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" n="2"><p> καίτοι πῶς αὐτοῖς χρὴ συγγνώμην ἔχειν, ὅταν ὁρᾶτε τὰς μὲν ναῦς, ὧν ἦρχον οὗτοι, διʼ ἀπορίαν χρημάτων καταλυομένας καὶ ἐκ πολλῶν ὀλίγας γιγνομένας, τούτους δὲ πένητας καὶ ἀπόρους ἐκπλεύσαντας οὕτως ταχέως πλείστην τῶν πολιτῶν οὐσίαν κεκτημένους; ὑμέτερον τοίνυν ἔργον ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" n="3"><p> ἐπὶ τοῖς τοιούτοις ὀργίζεσθαι· καὶ γὰρ δὴ δεινὸν ἂν εἴη, εἰ νῦν μὲν οὕτως αὐτοὶ πιεζόμενοι ταῖς εἰσφοραῖς συγγνώμην τοῖς κλέπτουσι καὶ τοῖς δωροδοκοῦσιν ἔχοιτε, ἐν δὲ τῷ τέως χρόνῳ, καὶ τῶν οἴκων τῶν ὑμετέρων μεγάλων ὄντων καὶ τῶν δημοσίων προσόδων μεγάλων οὐσῶν, θανάτῳ ἐκολάζετε τοὺς τῶν ὑμετέρων ἐπιθυμοῦντας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" n="4"><p> οἶμαι δʼ ἔγωγε πάντας <add>ἂν</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> add. Auger.</note> ὑμᾶς ὁμολογῆσαι, εἰ ὑμῖν Θρασύβουλος ἐπηγγέλλετο τριήρεις ἔχων ἐκπλεύσεσθαι καὶ ταύτας παλαιὰς ἀντὶ καινῶν παραδώσειν, καὶ τοὺς μὲν κινδύνους ὑμετέρους ἔσεσθαι, τὰς δʼ ὠφελείας τῶν αὑτοῦ φίλων, καὶ ὑμᾶς μὲν διὰ τὰς εἰσφορὰς πενεστέρους ἀποδείξειν, Ἐργοκλέα δὲ καὶ τοὺς κόλακας τοὺς αὑτοῦ πλουσιωτάτους τῶν πολιτῶν ποιήσειν, οὐδένα ἂν ὑμῶν ἐπιτρέψαι τὰς ναῦς ἐκεῖνον ἔχοντα ἐκπλεῦσαι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg028.perseus-grc2" n="5"><p> ἄλλως τε ἐπειδή, ὡς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς</foreign> Hude: <foreign xml:lang="grc">καὶ</foreign> MSS.</note> τάχιστα ὑμεῖς ἐψηφίσασθε τὰ χρήματα ὑπογράψαι τὰ ἐκ τῶν πόλεων εἰλημμένα καὶ τοὺς ἄρχοντας τοὺς μετʼ ἐκείνου καταπλεῖν εὐθύνας δώσοντας, Ἐργοκλῆς ἔλεγεν ὡς ἤδη συκοφαντεῖτε καὶ τῶν ἀρχαίων νόμων ἐπιθυμεῖτε, καὶ Θρασυβούλῳ συνεβούλευε Βυζάντιον καταλαβεῖν καὶ τὰς ναῦς ἔχειν καὶ τὴν Σεύθου θυγατέρα γαμεῖν· </p></div></div></body></text></TEI>