τὸ δὲ πάντων ὑπερφυέστατον, ὅτι ἐν μὲν τοῖς ἰδίοις οἱ οἱ add. Contius. ἀδικούμενοι δακρύουσι καὶ ἐλεινοί εἰσιν, ἐν δὲ τοῖς δημοσίοις οἱ μὲν ἀδικοῦντες ἐλεινοί, ὑμεῖς δʼ οἱ ἀδικούμενοι ἐλεεῖτε. καὶ νῦν ἴσως ποιήσουσιν ἅπερ καὶ πρότερον ἦσαν εἰθισμένοι καὶ δημόται καὶ φίλοι, κλαίοντες ἐξαιτεῖσθαι αὐτοὺς παρʼ ὑμῶν.