καίτοι ἑτέροις ὑμεῖς ἔστιν ὅτε τὰ πατρῷα κεκτημένοις ταῦτα ποιοῦσιν ἐφθονεῖτε· νῦν δʼ οὕτως ἡ πόλις διάκειται, ὥστε οὐκέτι ὧν οὗτοι κλέπτουσιν ὀργίζεσθε, ἀλλʼ ὧν αὐτοὶ λαμβάνετε χάριν ἴστε, ὥσπερ ὑμεῖς τὰ τούτων μισθοφοροῦντες, ἀλλʼ οὐ τούτων τὰ ὑμέτερα κλεπτόντων.