κατηγόρηται μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Ἐπικράτους ἱκανὰ καὶ τῶν συμπρεσβευτῶν· ἐνθυμεῖσθαι δὲ χρὴ ὅτι πολλάκις ἠκούσατε τούτων λεγόντων, ὁπότε βούλοιντό τινα ἀδίκως ἀπολέσαι, ὅτι, εἰ μὴ καταψηφιεῖσθε ὧν αὐτοὶ κελεύουσιν, ἐπιλείψει ἐπιλείψει Reiske: ὑπολείψει MSS. ὑμᾶς ἡ μισθοφορά. καὶ νῦν οὐδὲν ἧττον ἐνδεῖ· ὥστε τὸ μὲν πάθος πάθος Foertsch: πλῆθος MSS. καὶ ἡ αἰσχύνη διὰ τούτων ὑμῖν γίγνεται, ἡ δʼ ὠφέλεια τούτοις· πεπείρανται γὰρ ὅτι, ὁπόταν οὗτοι καὶ οἱ τούτων λόγοι δοκῶσιν αἴτιοι εἶναι ψηφιεῖσθαι ὑμᾶς παρὰ τὸ δίκαιον, ῥᾳδίως παρὰ τῶν ἀδικούντων χρήματα λαμβάνουσι. καίτοι τίνα χρὴ ἐλπίδα ἔχειν σωτηρίας, ὁπόταν ἐν χρήμασιν ᾖ καὶ σωθῆναι τῇ πόλει καὶ μή, ταῦτα δὲ οὗτοι, φύλακες ὑφʼ ὑμῶν καταστάντες, οἱ τῶν ἀδικούντων κολασταί, κλέπτωσί τε καὶ καταδωροδοκῶσι; καὶ οὐ νῦν πρῶτον ὤφθησαν ἀδικοῦντες, ἀλλὰ καὶ πρότερον ἤδη δώρων ἐκρίθησαν. ὃ ὃ add. Halbertsman. καὶ ὑμῖν ἔχω ἐπικαλέσαι ὅτι τοῦ αὐτοῦ ἀδικήματος Ὀνομάσαντος μὲν κατεψηφίσασθε, τούτου δὲ ἀπεψηφίσασθε, τοῦ αὐτοῦ ἀνδρὸς ἁπάντων κατηγοροῦντος καὶ τῶν αὐτῶν καταμαρτυρούντων, οἳ οὐχ ἑτέρων ἤκουσαν, ἀλλʼ αὐτοὶ ἦσαν οἱ περὶ τῶν χρημάτων καὶ τῶν δώρων πρὸς τούτους πράττοντες. καίτοι τοῦτο ἅπαντες ἐπίστασθε, ὅτι οὐχ ὅταν τοὺς μὴ δυναμένους λέγειν κολάζητε, τότε ἔσται παράδειγμα τοῦ μὴ ὑμᾶς ἀδικεῖν, ἀλλʼ ὁπόταν παρὰ τῶν δυναμένων δίκην λαμβάνητε, τότε πάντες παύσονται ἐπιχειροῦντες εἰς ὑμᾶς ἐξαμαρτάνειν.