<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" n="11"><p> καὶ μὲν δὴ βουλεύειν γε δοκιμασθεὶς πεντακοσιοστὸς ὢν μετὰ τῶν ἄλλων ἐνιαυτὸν ἂν μόνον ἐβούλευσεν, ὥστε καὶ εἴ τι ἐν τούτῳ τῷ χρόνῳ ἐξαμαρτάνειν ἐβούλετο, ῥᾳδίως ἂν ὑπὸ τῶν ἄλλων ἐκωλύετο, ταύτης δὲ τῆς ἀρχῆς ἀξιούμενος αὐτὸς καθʼ αὑτὸν ἄρξει,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀξιούμενος <gap reason="lost"/> ἄρξει</foreign> Thalheim: <foreign xml:lang="grc">ἀξιοῖ μόνος <gap reason="lost"/> ἄρχειν</foreign> MSS.</note> καὶ μετὰ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς τὸν ἅπαντα χρόνον τῶν μεγίστων κύριος γενήσεται<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενήσεται</foreign> Thalheim: <foreign xml:lang="grc">τε γενέσθαι, γενέσθαι</foreign> MSS.</note>. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" n="12"><p> ὥστε ὑμῖν καθήκειν περὶ ταύτης τῆς ἀρχῆς ἀκριβεστέραν τὴν δοκιμασίαν ἢ περὶ τῶν ἄλλων ἀρχῶν ποιεῖσθαι. εἰ δὲ μή, πῶς οἴεσθε τὸ ἄλλο πλῆθος τῶν πολιτῶν διακείσεσθαι, ὅταν αἴσθωνται, ὃν προσῆκε δίκας τῶν ἡμαρτημένων διδόναι, τοῦτον ὑφʼ ὑμῶν τοιαύτης ἀρχῆς ἠξιωμένον; καὶ φόνου δίκας δικάζοντα, ὃν ἔδει αὐτὸν ὑπὸ τῆς ἐν Ἀρείῳ πάγῳ βουλῆς κρίνεσθαι; καὶ πρὸς τούτοις ἴδωσιν ἐστεφανωμένον, καὶ ἐπικλήρων καὶ ὀρφανῶν κύριον γεγενημένον, ὧν ἐνίοις αὐτὸς τῆς ὀρφανίας αἴτιος γεγένηται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" n="13"><p> ἆρʼ οὐκ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐκ</foreign> Stephanus: <foreign xml:lang="grc">οὖν</foreign> MSS.</note> οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο; κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ <del>Θρασύβουλος</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">θρασύβουλος</foreign> del. Kayser.</note> αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃς πῶς</foreign> Hude: <foreign xml:lang="grc">ὅπως, ὃς ὅπως</foreign> MSS.</note> πρὸς τὴν πόλιν διάκειται<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διάκειται</foreign> Scaliger: <foreign xml:lang="grc">διακεῖσθαι, διέκειτο</foreign> MSS.</note> καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" n="14"><p> ἢ πιθόμενοι πῶς ἂν οἴεσθε διαβληθῆναι; τότε μὲν γὰρ ὑμᾶς ᾤοντο ὀργισθέντας Λεωδάμαντα ἀποδοκιμάσαι· ἐὰν δὲ τοῦτον<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτον</foreign> Markland: <foreign xml:lang="grc">αὐτὸν</foreign> MSS.</note> δοκιμάσητε, εὖ εἴσονται ὅτι οὐ δικαίᾳ γνώμῃ περὶ αὐτοῦ κέχρησθε. ἔστι δὲ τούτοις μὲν πρὸς ὑμᾶς ἁγών, ὑμῖν δὲ πρὸς ἅπασαν τὴν πόλιν, ἣ σκοπεῖ νυνὶ τίνα ὑμεῖς γνώμην περὶ αὐτῆς ἕξετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg026.perseus-grc2" n="15"><p> καὶ μηδεὶς ὑμῶν ἡγείσθω με Λεωδάμαντι χαριζόμενον κατηγορεῖν Εὐάνδρου, ὅτι φίλος ὢν τυγχάνει, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως προνοούμενον. ῥᾴδιον δʼ ἐξ αὐτοῦ τοῦ πράγματος μαθεῖν. Λεωδάμαντι γὰρ συμφέρει τοῦτον δοκιμασθῆναι, οὕτω γὰρ ὑμεῖς μάλιστα διαβληθήσεσθε, καὶ δόξετε ἀντὶ δημοτικῶν ἀνθρώπων ὀλιγαρχικοὺς εἰς τὰς ἀρχὰς καθιστάναι· ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι, δόξετε γὰρ κἀκεῖνον δικαίως <del>ἂν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> del. Dobree.</note> ἀποδοκιμάσαι· ἐὰν δὲ μηδὲ τόνδε, οὐδʼ ἐκεῖνον δικαίως. </p></div></div></body></text></TEI>