καὶ τοσούτων κακῶν καὶ ἑτέρων πολλῶν ὄντες αἴτιοι, καὶ οὐδὲν διαφέροντες τῶν τριάκοντα πλὴν ὅτι ἐκεῖνοι μὲν ὀλιγαρχίας οὔσης ἐπεθύμουν ὧνπερ οὗτοι, οὗτοι δὲ καὶ δημοκρατίας τῶν αὐτῶν ὧνπερ ἐκεῖνοι, ὅμως ὅμως Reiske: ὁμοίως MSS. οἴονται χρῆναι οὕτως ῥᾳδίως ὃν ἂν βούλωνται κακῶς ποιεῖν, ὥσπερ τῶν μὲν ἄλλων ἀδικούντων, ἄριστοι δὲ ἄνδρες αὐτοὶ γεγενημένοι (καὶ τούτων μὲν οὐκ ἄξιον θαυμάζειν, ὑμῶν δέ, ὅτι οἴεσθε μὲν δημοκρατίαν εἶναι, γίγνεται δὲ ὅ τι ἂν οὗτοι βούλωνται, καὶ δίκην διδόασιν οὐχ οἱ τὸ ὑμέτερον πλῆθος ἀδικοῦντες, ἀλλʼ οἱ τὰ σφέτερα αὐτῶν μὴ διδόντες). καὶ δέξαιντʼ ἂν μικρὰν εἶναι τὴν πόλιν μᾶλλον ἢ διʼ ἄλλους μεγάλην καὶ ἐλευθέραν, ἡγούμενοι νῦν μὲν διὰ τοὺς ἐκ Πειραιῶς κινδύνους αὑτοῖς ἐξεῖναι ποιεῖν ὅ τι ἂν βούλωνται, ἐὰν δʼ ὕστερον ὑμῖν διʼ ἑτέρων σωτήρια γένηται, αὐτοὶ μὲν καταλύσεσθαι, αὐτοὶ μὲν καταλύσεσθαι Herwerden: αὐτοὺς μὲν ἐπιλύσεσθαι, τούτους μὲν ἐπιλύσασθαι MSS. ἐκείνους δὲ μεῖζον δυνήσεσθαι· ὥστε τὸ αὐτὸ πάντες ἐμποδών εἰσιν, ἐάν τι διʼ ἄλλων ἀγαθὸν ὑμῖν φαίνηται. τοῦτο μὲν οὖν οὐ χαλεπὸν τῷ βουλομένῳ κατανοῆσαι· αὐτοί τε γὰρ οὐκ ἐπιθυμοῦσι λανθάνειν, ἀλλʼ αἰσχύνονται μὴ δοκοῦντες εἶναι πονηροί, ὑμεῖς τε τὰ μὲν αὐτοὶ ὁρᾶτε τὰ δʼ ἑτέρων πολλῶν ἀκούετε. ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν ἡγούμεθʼ εἶναι πρὸς πάντας ὑμᾶς τοὺς πολίτας ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις ἐμμένειν, ὅμως δέ, ὅταν μὲν ἴδωμεν τοὺς τῶν κακῶν αἰτίους δίκην διδόντας, τῶν τότε περὶ ὑμᾶς γεγενημένων μεμνημένοι συγγνώμην ἔχομεν, ὅταν δὲ φανεροὶ γένησθε τοὺς μηδὲν αἰτίους ἐξ ἴσου τοῖς ἀδικοῦσι τιμωρούμενοι, τῇ αὐτῇ ψήφῳ ἡμᾶς εἰς ὑπο ψίαν καταστήσετε - ψίαν καταστήσετε supplevit Francken.