<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="6"><p> ἐμοὶ γὰρ ὁ μὲν πατὴρ κατέλιπεν οὐδέν, τὴν δὲ μητέρα τελευτήσασαν πέπαυμαι τρέφων τρίτον ἔτος τουτί, παῖδες δέ μοι οὔπω εἰσὶν οἵ με θεραπεύσουσι. τέχνην δὲ κέκτημαι βραχέα δυναμένην ὠφελεῖν, ἣν αὐτὸς μὲν ἤδη χαλεπῶς ἐργάζομαι, τὸν διαδεξόμενον δʼ αὐτὴν οὔπω δύναμαι κτήσασθαι. πρόσοδος δέ μοι οὐκ ἔστιν ἄλλη πλὴν ταύτης, ἣν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἣν</foreign> Contius: <foreign xml:lang="grc">ἧς</foreign> MSS.</note> ἂν ἀφέλησθέ με, κινδυνεύσαιμʼ ἂν ὑπὸ τῇ δυσχερεστάτῃ γενέσθαι τύχῃ. μὴ τοίνυν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="7"><p> ἐπειδή γε ἔστιν, ὦ βουλή, σῶσαί με δικαίως, ἀπολέσητε ἀδίκως· μηδὲ ἃ νεωτέρῳ καὶ μᾶλλον ἐρρωμένῳ ὄντι ἔδοτε, πρεσβύτερον καὶ ἀσθενέστερον γιγνόμενον ἀφέλησθε· μηδὲ πρότερον καὶ περὶ τοὺς οὐδὲν ἔχοντας κακὸν ἐλεημονέστατοι δοκοῦντες εἶναι νυνὶ διὰ τοῦτον τοὺς καὶ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς καὶ</foreign> Reiske: <foreign xml:lang="grc">καὶ τοὺς</foreign>.</note> τοῖς ἐχθροῖς ἐλεινοὺς ὄντας ἀγρίως ἀποδέξησθε· μηδʼ ἐμὲ τολμήσαντες ἀδικῆσαι καὶ τοὺς ἄλλους τοὺς ὁμοίως ἐμοὶ διακειμένους ἀθυμῆσαι ποιήσητε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="8"><p> καὶ γὰρ ἂν ἄτοπον εἴη, ὦ βουλή, εἰ ὅτε μὲν ἁπλῆ μοι ἦν ἡ συμφορά, τότε μὲν φαινοίμην λαμβάνων τὸ ἀργύριον τοῦτο, νῦν δʼ ἐπειδὴ καὶ γῆρας καὶ νόσοι καὶ τὰ τούτοις ἑπόμενα<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑπόμενα</foreign> Reiske: <foreign xml:lang="grc">ἐχόμενα</foreign> MSS.</note> κακὰ προσγίγνεταί μοι, τότε ἀφαιρεθείην. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="9"><p> δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι σαφέστατα μόνος ἀνθρώπων. εἰ γὰρ ἐγὼ κατασταθεὶς χορηγὸς τραγῳδοῖς προκαλεσαίμην<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προκαλεσαίμην</foreign> Reiske: <foreign xml:lang="grc">προσκαλεσαίμην</foreign> MSS.</note> αὐτὸν εἰς ἀντίδοσιν, δεκάκις ἂν ἕλοιτο χορηγῆσαι μᾶλλον ἢ ἀντιδοῦναι ἅπαξ. καὶ πῶς οὐ δεινόν ἐστι νῦν μὲν κατηγορεῖν ὡς διὰ πολλὴν εὐπορίαν ἐξ ἴσου δύναμαι συνεῖναι τοῖς πλουσιωτάτοις, εἰ δὲ ὧν ἐγὼ λέγω τύχοι τι γενόμενον, τοιοῦτον εἶναι; καὶ τί<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τί</foreign> Halm: <foreign xml:lang="grc">ἔτι</foreign> MSS.</note> πονηρότερον; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="10"><p rend="align(indent)">περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος. ἐγὼ γὰρ, ὦ βουλή, πάντας οἶμαι τοὺς ἔχοντάς τι δυστύχημα τοῦτο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτο</foreign> Stephanus: <foreign xml:lang="grc">τοιοῦτο, ῥαστώνην τινα</foreign> MSS.</note> ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος. ὧν εἷς ἐγώ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥᾳστώνην ἐξηῦρον εἰς τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων. </p></div></div></body></text></TEI>