<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="10"><p rend="align(indent)">περὶ δὲ τῆς ἐμῆς ἱππικῆς, ἧς οὗτος ἐτόλμησε μνησθῆναι πρὸς ὑμᾶς, οὔτε τὴν τύχην δείσας οὔτε ὑμᾶς αἰσχυνθείς, οὐ πολὺς ὁ λόγος. ἐγὼ γὰρ, ὦ βουλή, πάντας οἶμαι τοὺς ἔχοντάς τι δυστύχημα τοῦτο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτο</foreign> Stephanus: <foreign xml:lang="grc">τοιοῦτο, ῥαστώνην τινα</foreign> MSS.</note> ζητεῖν καὶ τοῦτο φιλοσοφεῖν, ὅπως ὡς ἀλυπότατα μεταχειριοῦνται τὸ συμβεβηκὸς πάθος. ὧν εἷς ἐγώ, καὶ περιπεπτωκὼς τοιαύτῃ συμφορᾷ ταύτην ἐμαυτῷ ῥᾳστώνην ἐξηῦρον εἰς τὰς ὁδοὺς τὰς μακροτέρας τῶν ἀναγκαίων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg024.perseus-grc2" n="11"><p> ὃ δὲ μέγιστον, ὦ βουλή, τεκμήριον ὅτι διὰ τὴν συμφορὰν ἀλλʼ οὐ διὰ τὴν ὕβριν, ὡς οὗτός φησιν, ἐπὶ τοὺς ἵππους ἀναβαίνω <del>ῥᾴδιόν ἐστι μαθεῖν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ῥᾴδιόν ἐστι μαθεῖν</foreign> del. Scheibe.</note>· εἰ γὰρ ἐκεκτήμην οὐσίαν, ἐπʼ ἀστράβης ἂν ὠχούμην, ἀλλʼ οὐκ ἐπὶ τοὺς ἀλλοτρίους ἵππους ἀνέβαινον· νυνὶ δʼ ἐπειδὴ τοιοῦτον οὐ δύναμαι κτήσασθαι, τοῖς ἀλλοτρίοις ἵπποις ἀναγκάζομαι χρῆσθαι πολλάκις. </p></div></div></body></text></TEI>