Μάρτυρες πρὶν τοίνυν ταῦτα ὁμολογηθῆναι αὐτῶ, δεδιὼς τὸν Ἀριστόδικον μεταστὰς ἐντεῦθεν Θήβησι μετῴκει. καίτοι οἶμαι εἰδέναι ὑμᾶς ὅτι εἴπερ ἦν Πλαταιεύς, πανταχοῦ μᾶλλον ἢ Θήβησιν εἰκὸς ἦν αὐτὸν μετοικῆσαι. ὡς οὖν ᾤκει ἐκεῖ ἐκεῖ add. Markland. πολὺν χρόνον, τούτων ὑμῖν μάρτυρας παρέξομαι. καί μοι ἐπίλαβε τὸ ὕδωρ.