<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg023.perseus-grc2" n="11"><p> καὶ οὐκ ἔφη ἐάσειν αὐτὸν ἄγειν. ὅσα μὲν οὖν αὐτόθι ἐρρήθη, πολὺς ἂν εἴη μοι λόγος
                  διηγεῖσθαι· εἰς τοῦτο δὲ βιαιότητος ἦλθον οἵ τε παρόντες τούτῳ καὶ αὐτὸς οὗτος,
                  ὥστε ἐθέλοντος μὲν τοῦ Νικομήδους ἐθελούσης δὲ τῆς γυναικὸς ἀφιέναι, εἴ τις ἢ εἰς
                  ἐλευθερίαν τοῦτον <add>ἀφαιροῖτο</add> ἢ ἄγοι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀφαιροῖτο ἢ ἄγοι</foreign> Sauppe:
                     <foreign xml:lang="grc">ἄγοι ἢ</foreign> MSS.</note> φάσκων ἑαυτοῦ δοῦλον εἶναι, τούτων
                  οὐδὲν ποιήσαντες ἀφελόμενοι ᾤχοντο. ὡς οὖν τῇ τε προτεραίᾳ ἐπὶ τούτοις ἐξηγγυήθη
                  καὶ τότε βίᾳ ᾤχοντο ἀφελόμενοι αὐτόν, μάρτυρας παρέξομαι ὑμῖν. καί μοι ἐπίλαβε τὸ
                  ὕδωρ. 
                  <milestone unit="part" n="Concl"/>
               </p></div></div></body></text></TEI>