<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" n="11"><p rend="align(indent)">ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οἴομαι αὐτοὺς ἐπὶ μὲν τοῦτον τὸν λόγον οὐκ ἐλεύσεσθαι· ἴσως δʼ ἐροῦσιν, ὥσπερ καὶ ἐν τῇ βουλῇ, ὡς ἐπʼ εὐνοίᾳ τῆς πόλεως συνεωνοῦντο τὸν σῖτον, ἵνʼ ὡς ἀξιώτατον ὑμῖν πωλοῖεν. μέγιστον δʼ ὑμῖν ἐρῶ καὶ περιφανέστατον τεκμήριον ὅτι ψεύδονται· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" n="12"><p> ἐχρῆν γὰρ αὐτούς, εἴπερ ὑμῶν ἕνεκα ἔπραττον ταῦτα, φαίνεσθαι τῆς αὐτῆς τιμῆς πολλὰς ἡμέρας πωλοῦντας, ἕως ὁ συνεωνημένος αὐτοὺς ἐπέλιπε· νῦν δʼ ἐνίοτε τῆς αὐτῆς ἡμέρας ἐπώλουν δραχμῇ τιμιώτερον, ὥσπερ κατὰ μέδιμνον συνωνούμενοι. καὶ τούτων ὑμᾶς μάρτυρας παρέχομαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" n="13"><p> δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν μὲν εἰσφορὰν εἰσενεγκεῖν δέη, ἣν πάντες εἴσεσθαι μέλλουσιν, οὐκ ἐθέλουσιν, ἀλλὰ πενίαν προφασίζονται, ἐφʼ οἷς δὲ θάνατός ἐστιν ἡ ζημία καὶ λαθεῖν αὐτοῖς συνέφερε, ταῦτα ἐπʼ εὐνοίᾳ φασὶ τῇ ὑμετέρα παρανομῆσαι. καίτοι πάντες ἐπίστασθε ὅτι τούτοις ἥκιστα προσήκει τοιούτους ποιεῖσθαι λόγους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" n="14"><p> τἀναντία γὰρ αὐτοῖς καὶ τοῖς ἄλλοις συμφέρει· τότε γὰρ πλεῖστα κερδαίνουσιν, ὅταν κακοῦ τινος ἀπαγγελθέντος τῇ πόλει τίμιον τὸν σῖτον πωλῶσιν. οὕτω δʼ ἄσμενοι τὰς συμφορὰς τὰς ὑμετέρας ὁρῶσιν, ὥστε τὰς μὲν πρότεροι τῶν ἄλλων πυνθάνονται, τὰς δʼ αὐτοὶ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶ</foreign> Markland: <foreign xml:lang="grc">οὗτοι</foreign> MSS.</note> λογοποιοῦσιν, ἢ τὰς ναῦς διεφθάρθαι τὰς ἐν τῷ Πόντῳ ἢ ὑπὸ Λακεδαιμονίων ἐκπλεούσας συνειλῆφθαι, ἢ τὰ ἐμπόρια κεκλῇσθαι, ἢ τὰς σπονδὰς μέλλειν ἀπορρηθήσεσθαι, καὶ εἰς τοῦτʼ ἔχθρας ἐληλύθασιν, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg022.perseus-grc2" n="15"><p> ὥστʼ ἐν τοῖς αὐτοῖς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς αὐτοῖς</foreign> Cobet: <foreign xml:lang="grc">τούτοις τοῖς</foreign>.</note> καιροῖς ἐπιβουλεύουσιν ὑμῖν, ἐν οἷσπερ οἱ πολέμιοι. ὅταν γὰρ μάλιστα σίτου τυγχάνητε δεόμενοι, ἀναρπάζουσιν οὗτοι καὶ οὐκ ἐθέλουσι πωλεῖν, ἵνα μὴ περὶ τῆς τιμῆς διαφερώμεθα, ἀλλʼ ἀγαπῶμεν ἐὰν ὁποσουτινοσοῦν πριάμενοι παρʼ αὐτῶν ἀπέλθωμεν. ὥστʼ ἐνίοτε εἰρήνης οὔσης ὑπὸ τούτων πολιορκούμεθα. </p></div></div></body></text></TEI>