ἐγὼ δʼ ἡγοῦμαι ἀξίους εἶναι τούτους μηδὲν πάσχειν ὑφʼ ὑμῶν κακόν, εἰ ὑμῖν μὲν εὖνοι ἦσαν, ἐκείνοις δὲ οὐκ οὐκ add. Brulart. ἀπηχθάνοντο. τῶν γὰρ λεγόντων ἐναντία ἐκείνοις οἱ μὲν ἔφευγον οἱ δὲ ἀπέθνῃσκον, ὥστʼ εἴ τις καὶ ἐβούλετο ἐναντιοῦσθαι ὑπὲρ ὑμῶν, τὸ δέος καὶ ὁ φόνος φόνος Reiske: φόβος MSS. τῶν πεπονθότων ἀπέτρεπε πάντας.