δεόμεθα οὖν ὑμῶν πρὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἑκάστῳ, ὅτῳ μὲν εἰσὶν ὑεῖς, τούτων ἕνεκα ἐλεῆσαι, ὅστις δʼ δ’ add. Stephanus. ἡμῖν ἡλικιώτης τυγχάνει ἢ τῷ πατρί, ἐλεήσαντας ἀποψηφίσασθαι· καὶ μὴ ἡμᾶς βουλομένους εὖ ποιεῖν τὴν πόλιν ὑμεῖς κωλύσητε. δεινὰ δʼ ἂν πάθοιμεν, εἰ ὑπὸ τῶν πολεμίων μὲν ἐσώθημεν, οὓς εἰκὸς ἦν διακωλύειν μὴ σῴζεσθαι, παρʼ ὑμῶν δὲ μηδὲ εὑρησόμεθα τὸ σωθῆναι.