ὦ ἄνδρες δικασταί, οὕτως. περὶ ἡμῶν γάρ ἐστι ψῆφος ὑμῖν, καὶ οὐ περὶ χρημάτων. ἕως μὲν γὰρ εἰρήνη, ἦν ἡμῖν φανερὰ οὐσία, καὶ ἦν ὁ πατὴρ ἀγαθὸς γεωργός· ἐπειδὴ δὲ εἰσέβαλον οἱ πολέμιοι, πάντων τούτων ἐστερήθημεν. ὥστε αὐτῶν τούτων ἕνεκα πρόθυμοι ἦμεν ἦμεν Thalheim: ἐσμὲν MSS. εἰς ὑμᾶς, εἰδότες ὅτι χρήματα μὲν ἡμῖν οὐκ εἴη ὁπόθεν ἐκτίσομεν, αὐτοὶ δὲ πρόθυμοι ὄντες εἰς ὑμᾶς ἀξιοῦμεν εὑρίσκεσθαι χάριν.