<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" n="31"><p> οὐ γὰρ δὴ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign> Dobree: <foreign xml:lang="grc">ἂν</foreign> MSS.</note> ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλʼ ἵνα, εἴ ποτε κίνδυνος εἴη ἡμῖν, ἐξαιτούμενοι παρʼ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν. χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυμος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε· ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἷοί ἐσμεν εἰς ὑμᾶς· τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατʼ ἀξίαν χαριζόμενοι, ὅσʼ ἄν τις ὑμᾶς εὖ ποιῇ. </p></div></div></body></text></TEI>