Μάρτυρες ἀκηκόατε μὲν τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί· οἷος δʼ εἰμὶ περὶ τὸ ὑμέτερον πλῆθος, ἐγὼ ὑμῖν ἀποδείξω. ἀφικομένου γὰρ ἐκεῖσε Συρακουσίου ὅρκιον ἔχοντος καὶ ἑτοίμου ὄντος ὁρκοῦν καὶ προσιόντος πρὸς ἕνα ἕκαστον τῶν ἐκεῖ ὄντων, ἀντεῖπον εὐθὺς αὐτῷ, καὶ ἐλθὼν ὡς Τυδέα διηγούμην ταῦτα, καὶ σύλλογον ἐποίει, καὶ λόγοι οὐκ ὀλίγοι ἦσαν. ὧν δʼ οὖν ἐγὼ εἶπον, καλῶ μάρτυρας. Μάρτυρες σκέψασθε δὴ καὶ τοῦ πατρὸς τὴν ἐπιστολήν, ἣν ἔδωκεν ἀποδοῦναι ἐμοί, πότερα τῷ ὑμετέρῳ πλήθει ἀγαθὰ ἐνῆν ἐνῆν Francken: ἦν MSS. ἢ οὔ. τά τε γὰρ οἰκεῖα ἐνεγέγραπτο, καὶ ἔτι, ὅτε καλῶς ἔχοι τὰ ἐν Σικελίᾳ, ἥκειν. καίτοι ταὐτὰ ὑμῖν συνέφερε καὶ τοῖς ἐκεῖ· ὥστʼ εἰ μὴ εὔνους ἦν τῇ πόλει καὶ ὑμῖν, οὐκ ἄν ποτε τοιαῦτα ἐπέστελλεν. ἀλλὰ μὴν καὶ τὸν ἀδελφὸν τὸν νεώτατον, οἷος εἰς ὑμᾶς ἐστιν, ἐγὼ ἀποδείξω. καταδρομῆς γὰρ γενομένης τῶν φυγάδων, οἳ οἳ add. Taylor. οὐ μόνον ἐνθάδε ὅ τι οἷοι τʼ ἦσαν κακὸν εἰργάζοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ τείχους ἔφερον καὶ ἦγον ὑμᾶς, ἐξελάσας ἐκ τῶν ἄλλων ἱππέων ἕνα ἀπέκτεινεν. ὧν ὑμῖν αὐτοὺς μάρτυρας τοὺς παραγενομένους παρέξομαι. Μάρτυρες τὸν δὲ πρεσβύτατον ἀδελφὸν αὐτοὶ οἱ συστρατευόμενοι ἴσασιν, οἵτινες μετὰ Λέοντος μετὰ Λέοντος Wilamowitz: ἐνθάδε ὄντες . ἦτε ἐν Ἑλλησπόντῳ, ὥστε νομίζειν μηδενὸς ἥττονʼ εἶναι ἀνθρώπων τὴν ψυχήν. καὶ μοι ἀνάβητε δεῦρο. Μάρτυρες πῶς οὖν οὐ χρὴ χάριν παρʼ ὑμῶν ἀπολαμβάνειν, εἰ τοιοῦτοί ἐσμεν; ἀλλʼ ὧν μὲν ὁ πατὴρ διαβέβληται εἰς ὑμᾶς, δικαίως τούτων δεῖ ἡμᾶς ἕνεκα ἀπολέσθαι, διʼ δι’ del. Dobree. ὧν δὲ πρόθυμοι εἰς τὴν πόλιν γεγενήμεθα, μηδεμίαν ὠφέλειαν γενέσθαι; ἀλλʼ οὐ δίκαιον. ἀλλʼ εἰ διὰ τὴν τούτου διαβολὴν δεῖ ἡμᾶς τι τι add. Wilamowitz. πάσχειν, δίκαιοί ἐσμεν διὰ τὴν ἡμετέραν προθυμίαν τοῦτόν τε σῶσαι καὶ ἡμᾶς.