καὶ κατηγοροῦσι μὲν τῶν τετρακοσίων, ὅτι ἦσαν κακοί· καίτοι ὑμεῖς αὐτοὶ πεισθέντες ὑπὸ τούτων παρέδοτε τοῖς πεντακισχιλίοις, καὶ εἰ αὐτοὶ τοσοῦτοι ὄντες ἐπείσθητε, ἕνα ἕκαστον τῶν τετρακοσίων οὐ χρῆν πεισθῆναι; ἀλλʼ οὐχ οὗτοι ἀδικοῦσιν, ἀλλʼ οἳ ὑμᾶς ἐξηπάτων καὶ κακῶς ἐποίουν. οὗτος δʼ ἐν πολλοῖς δηλοῖ ὑμῖν εὐνοῶν καὶ εὐνοῶν καὶ add. P. Mueller. ὅτι, εἴ πέρ τι νεωτερίζειν ἐβούλετο εἰς τὸ ὑμέτερον πλῆθος, οὐκ ἄν ποτʼ ἐν ὀκτὼ ἡμέραις, εἰσελθὼν εἰς τὸ βουλευτήριον, ᾤχετο ἐκπλέων. ἀλλʼ εἴποι ἄν τις κερδαίνειν ἐπιθυμῶν ἐξέπλευσεν, ὥσπερ ἔνιοι ἥρπαζον καὶ ἔφερον. οὐδεὶς τοίνυν ἂν εἴποι τι ὅπως τι ὅπως Scheibe: τις ὅπως, ὅπως τι MSS. τῶν ὑμετέρων ἔχει, ἀλλὰ πάντα μᾶλλον κατηγοροῦσιν ἢ εἰς τὴν ἀρχήν. καὶ οἱ κατήγοροι τότε μὲν οὐδαμῇ εὖνοι ὄντες ἐφαίνοντο τῷ δήμῳ οὐδὲ ἐβοήθουν· νῦν δὲ ἡνίκα αὐτὸς ἑαυτῷ εὐνούστατός ἐστιν ὁ δῆμος, βοηθοῦσι τῷ μὲν ὀνόματι ὑμῖν, τῷ δὲ ἔργω σφίσιν αὐτοῖς. καὶ μὴ θαυμάζετε, ὦ ἄνδρες δικασταί, ὅτι τοσαῦτα ὦφλε χρήματα. ἔρημον γὰρ αὐτὸν λαβόντες αὐτοῦ τε καὶ ἡμῶν κατηγοροῦντες εἷλον. τῷ μὲν γὰρ οὐδʼ εἴ τις εἶχε μαρτυρίαν, εἶχε μαρτυρεῖν διὰ τὸ δέος τὸ τῶν κατηγόρων, τοῖς δὲ καὶ τὰ ψευδῆ δεδοικότες ἐμαρτύρουν. ἦ δεινά γʼ ἂν γ’ ἂν Stephanus: ἄγαν, ἂν MSS. πάθοιμεν, ὦ ἄνδρες δικασταί, εἰ τοὺς μὲν οὐχ οἵους τε ὄντας ἐξάρνους εἶναι μὴ οὐ χρήματα ἔχειν ὑμῶν, τούτους μὲν ἀφεῖτε ἀνδρὶ ἐξαιτουμένῳ, ἡμῖν δὲ αὐτοῖς τε προθύμοις γεγενημένοις περὶ τὸ πλῆθος τὸ ὑμέτερον, καὶ τοῦ πατρὸς οὐδὲν ὑμᾶς ἠδικηκότος, οὐ χαριεῖσθε. καὶ εἰ μὲν ξένος τις ἐλθὼν ὑμᾶς ἢ χρήματα ᾔτει ἢ εὐεργέτης ἀναγραφῆναι ἠξίου, ἔδοτε ἂν αὐτῷ· ἡμῖν δὲ οὐ δώσετε ἡμᾶς αὐτοὺς ἐπιτίμους ὑμῖν γενέσθαι; εἰ δέ τινες κακόνοι ἐγένοντο εἰς τὰ ὑμέτερα πράγματα ἢ γνώμην μὴ ἐπιτηδείαν εἶπον, οὐχ οἱ ἀπόντες ἀπόντες Taylor: ἅπαντες MSS. τούτων αἴτιοί εἰσιν, ἐπεὶ καὶ τοὺς παρόντας ὑμεῖς ἀπελύσατε. οὐδὲ γὰρ εἴ τις τῶν ἐνθάδε μὴ τὰ ἄριστα λέγων πείθει ὑμᾶς, οὐχ ὑμεῖς ἐστε αἴτιοι,