εἰ μὴ καὶ ὑμεῖς ἀδικεῖτε, ὅτι ὑμῶν ἐστι πολίτης. πῶς δʼ ἂν γένοιτο δημοτικώτερος, ἢ ὅστις ὑμῶν ψηφισαμένων πεντακισχιλίοις παραδοῦναι τὰ πράγματα καταλογεὺς ὢν ἐνακισχιλίους κατέλεξεν, ἵνα μηδεὶς αὐτῷ διάφορος εἴη τῶν δημοτῶν, ἀλλʼ ἵνα τὸν μὲν βουλόμενον ἐγγράφοι, ἐγγράφοι Dobree: γράφη MSS. εἰ δέ τῳ μὴ οἷόν τʼ εἴη, χαρίζοιτο. καίτοι οὐχ οἳ ἂν πλείους τοὺς πλείους τοὺς Dobree: πλείστους MSS. πολίτας ποιῶσιν, οὗτοι καταλύουσι τὸν δῆμον, ἀλλʼ οἳ ἂν ἐκ πλειόνων ἐλάττους. οὗτος δὲ οὔτε ὀμόσαι ἤθελεν οὔτε καταλέγειν,