<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg020.perseus-grc2" n="11"><p rend="align(indent)">&gt;καίτοι ἔν γε ταῖς πρότερον κατηγορίαις τά τε ἄλλα κατηγόρησαν ψευδῆ τοῦ πατρός, καὶ συγγενῆ Φρύνιχον αὐτοῦ εἶναι ἔφησαν. καίτοι εἴ τις βούλεται, ἐν τῷ λόγῳ τῷ ἐμῷ μαρτυρησάτω ὡς ἀναγκαῖον ὄντα Φρυνίχῳ. ἀλλὰ γὰρ ψευδῆ κατηγόρουν. ἀλλὰ μὴν οὐδʼ ἐκ παιδείας φίλος ἦν αὐτῷ· ὁ μὲν γὰρ ἐν ἀγρῷ πένης ὢν ἐποίμαινεν, ὁ δὲ πατὴρ ἐν τῷ ἄστει ἐπαιδεύετο. </p></div></div></body></text></TEI>