<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="36"><p> ἔτι δὲ φαίνονται οὐδὲν πώποτε διενεχθέντες, ὥστʼ εἰκὸς καὶ περὶ τῶν χρημάτων ταὐτὰ γνῶναι, ἱκανὰ μὲν ἐνθάδε τῷ ὑεῖ ἑκάτερον καταλιπεῖν, τὰ δὲ ἄλλα παρʼ αὑτοῖς ἔχειν· ἦν γὰρ Κόνωνι μὲν ὑὸς ἐν Κύπρῳ καὶ γυνή, Νικοφήμῳ δὲ γυνὴ καὶ θυγάτηρ, ἡγοῦντο δὲ καὶ τὰ ἐκεῖ ὁμοίως<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁμοίως</foreign> Reiske: <foreign xml:lang="grc">ὅμως</foreign> MSS.</note> σφίσιν εἶναι σᾶ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σᾶ</foreign> Cobet: <foreign xml:lang="grc">ἴσα</foreign> MSS.</note> ὥσπερ καὶ τὰ ἐνθάδε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="37"><p> πρὸς δὲ τούτοις ἐνθυμεῖσθε ὅτι καὶ εἴ τις μὴ κτησάμενος ἀλλὰ παρὰ τοῦ πατρὸς παραλαβὼν τοῖς παισὶ διένειμεν, οὐκ ἐλάχιστα ἂν αὑτῷ ὑπέλιπε· βούλονται γὰρ πάντες ὑπὸ τῶν παίδων θεραπεύεσθαι ἔχοντες χρήματα μᾶλλον ἢ ἐκείνων δεῖσθαι ἀποροῦντες. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="38"><p rend="align(indent)">νῦν τοίνυν εἰ δημεύσαιτε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δημεύσαιτε</foreign> Reiske: <foreign xml:lang="grc">δημεύσετε</foreign> MSS.</note> τὰ τοῦ Τιμοθέου, —— ὃ μὴ γένοιτο, εἰ μή τι μέλλει μέγα ἀγαθὸν ἔσεσθαι τῇ πόλει, —— ἐλάττω δὲ ἐξ αὐτῶν λάβοιτʼ ἢ ἃ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λάβοιτ’ ἢ ἃ </foreign>Fuhr: <foreign xml:lang="grc">λάβοι τὴν, λάβοιτε ὡς καὶ</foreign> MSS.</note> ἐκ τῶν Ἀριστοφάνους γεγένηται, τούτου ἕνεκα ἠξιοῦτε ἂν τοὺς ἀναγκαίους τοὺς ἐκείνου τὰ σφέτερʼ αὐτῶν ἀπολέσαι; ἀλλʼ οὐκ εἰκός, ὦ ἄνδρες δικασταί· ὁ γὰρ Κόνωνος θάνατος καὶ αἱ διαθῆκαι, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="39"><p> ἃς διέθετο ἐν Κύπρῳ, σαφῶς ἐδήλωσαν ὅτι πολλοστὸν μέρος ἦν τὰ χρήματα ὧν ὑμεῖς προσεδοκᾶτε· τῇ μὲν γὰρ Ἀθηναίᾳ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἀθηναίᾳ</foreign> Fuhr: <foreign xml:lang="grc">Ἀθηνᾷ</foreign> MSS.</note> καθιέρωσεν εἰς ἀναθήματα καὶ τῷ Ἀπόλλωνι εἰς Δελφοὺς πεντακισχιλίους στατῆρας· τῷ δὲ ἀδελφιδῷ τῷ ἑαυτοῦ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="40"><p> ὃς ἐφύλαττεν αὐτῷ καὶ ἐταμίευε πάντα τὰ ἐν Κύπρῳ, ἔδωκεν ὡς μυρίας δραχμάς, τῷ δὲ ἀδελφῷ τρία τάλαντα· τὰ δὲ λοιπὰ τῷ ὑεῖ κατέλιπε, τάλαντα ἑπτακαίδεκα. τούτων δὲ κεφάλαιόν τι γίγνεται περὶ τετταράκοντα τάλαντα. </p></div></div></body></text></TEI>