ἀλλὰ τόδε σκοπεῖτε· τῶν ἄλλων, ὅσων ἐδημεύσατε τὰ τὰ add. Sauppe. χρήματα, οὐχ ὅπως σκεύη ἀπέδοσθε, ἀλλὰ καὶ αἱ θύραι ἀπὸ τῶν οἰκημάτων ἀφηρπάσθησαν· ἡμεῖς δὲ ἤδη δεδημευμένων καὶ ἐξεληλυθυίας τῆς ἐμῆς ἀδελφῆς φύλακα κατεστήσαμεν ἐν ἐν add. Emperius. τῇ ἐρήμῃ ἐρήμῃ P. Mueller: ἐμῆ MSS. οἰκίᾳ, ἵνα μήτε θυρώματα μήτε ἀγγεῖα μήτε ἄλλο μηδὲν ἀπόλοιτο. ἔπιπλα δὲ ἀπεφαίνετο ἀπεφαίνετο Pertz: ἀπεφαίνοντο MSS. πλεῖν ἢ χιλίων δραχμῶν, ὅσα οὐδενὸς πώποτʼ ἐλάβετε. πρὸς δὲ τούτοις καὶ πρότερον πρὸς τοὺς συνδίκους καὶ νῦν ἐθέλομεν πίστιν δοῦναι, ἥτις ἐστὶ μεγίστη τοῖς ἀνθρώποις, μηδὲν μηδὲν Westermann: μὴ MSS. ἔχειν τῶν Ἀριστοφάνους χρημάτων, ἐνοφείλεσθαι ἐνοφείλεσθαι Bekker: ὀφείλεσθαι MSS. δὲ τὴν προῖκα τῆς ἀδελφῆς καὶ ἑπτὰ μνᾶς ἃς ᾤχετο λαβὼν παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ. πῶς ἂν οὖν εἶεν ἄνθρωποι ἀθλιώτεροι, ἢ εἰ τὰ σφέτερʼ αὐτῶν ἀπολωλεκότες δοκοῖεν τἀκείνων ἔχειν; ὅ δὲ πάντων δεινότατον, τὴν ἀδελφὴν ὑποδέξασθαι παιδία ἔχουσαν πολλά, καὶ ταῦτα τρέφειν, μηδʼ αὐτοὺς ἔχοντας μηδέν, ἐὰν ὑμεῖς τὰ ὄντʼ ἀφέλησθε. φέρε πρὸς θεῶν Ὀλυμπίων· οὕτω γὰρ σκοπεῖτε, ὦ ἄνδρες ἄνδρες add. Fuhr. δικασταί. εἴ τις ὑμῶν ἔτυχε δοὺς Τιμοθέῳ τῷ Κόνωνος τὴν θυγατέρα ἢ τὴν ἀδελφήν, καὶ ἐκείνου ἀποδημήσαντος καὶ ἐν διαβολῇ γενομένου ἐδημεύθη ἡ οὐσία, καὶ μὴ ἐγένετο τῇ πόλει πραθέντων ἁπάντων τέτταρα τάλαντα ἀργυρίου, διὰ τοῦτο ἠξιοῦτε ἂν τοὺς ἐκείνου καὶ τοὺς προσήκοντας ἀπολέσθαι, ὅτι οὐδὲ πολλοστὸν μέρος τῆς δόξης τῆς παρʼ ὑμῖν ἐφάνη τὰ χρήματα; ἀλλὰ μὴν τοῦτο πάντες ἐπίστασθε Κόνωνα μὲν ἄρχοντα, Νικόφημον δὲ ποιοῦντα ὅ τι ἐκεῖνος προστάττοι. τῶν οὖν ὠφελειῶν Κόνωνα εἰκὸς πολλοστὸν μέρος ἄλλῳ τινὶ μεταδιδόναι, ὥστʼ εἰ οἴονται πολλὰ γενέσθαι Νικοφήμῳ, ὁμολογήσειαν ἂν ἂν add. Emperius. τὰ Κόνωνος εἶναι πλεῖν ἢ δεκαπλάσια.