Ἀριστοφάνης τοίνυν ἀκούων μὲν ταῦτα Δήμου, δεομένου δʼ ἐμοῦ, μέλλων δʼ ἄξειν τὸ τὸ add. Sauppe. χρυσίον, τέτταρας δὲ μνᾶς τόκον λήψεσθαι, οὐκ ἔφη εἶναι, ἀλλʼ ὤμνυε καὶ προσδεδανεῖσθαι τοῖς ξένοις ἄλλοθεν, ἐπειδὴ ἥδιστʼ ἂν ἂν add. Markland. ἀνθρώπων ἄγειν τε εὐθὺς ἐκεῖνο τὸ σύμβολον καὶ χαρίσασθαι ἡμῖν ἃ ἐδεόμεθα. Μάρτυρες ὡς δὲ ταῦτʼ ἐστὶν ἀληθῆ, μάρτυρας ὑμῖν παρέξομαι. ὅτι μὲν τοίνυν οὐ κατέλιπεν Ἀριστοφάνης ἀργύριον οὐδὲ χρυσίον, ῥᾴδιον γνῶναι ἐκ τῶν εἰρημένων καὶ μεμαρτυρημένων· χαλκώματα δὲ σύμμεικτα οὐ πολλὰ ἐκέκτητο, ἀλλὰ καὶ ὅθʼ εἱστία τοὺς παρʼ Εὐαγόρου πρεσβεύοντας, αἰτησάμενος ἐχρήσατο. ἃ δὲ κατέλιπεν, ἀναγνώσεται ὑμῖν. Ἀπογραφὴ Χαλκωμάτων χαλκωμάτων Reiske: χρημάτων cod. Laur. C: in Pal. titulus deest. ἴσως ἐνίοις ὑμῶν, ὦ ἄνδρες δικασταί, δοκεῖ ὀλίγα εἶναι· ἀλλʼ ἐκεῖνο ἐνθυμεῖσθε, ὅτι αὐτῷ αὐτῷ add. Fuhr. πρὶν Νικοφήμῳ ἢ καὶ Ἀριστοφάνει πρὶν Ἀριστοφάνει del. Sluiter. πρὶν τὴν ναυμαχίαν νικῆσαι Κόνωνα Κόνωνα add. Bekker. γῆ μὲν οὐκ ἦν ἀλλʼ ἢ χωρίδιον μικρὸν Ῥαμνοῦντι. ἐγένετο δʼ ἡ ἡ add. Reiske. ναυμαχία ἐπʼ Εὐβουλίδου Εὐβουλίδου Meursius: εὐβούλου MSS. ἄρχοντος. ἐν οὖν τέτταρσιν ἢ πέντε ἔτεσι, πρότερον μὴ ὑπαρχούσης οὐσίας, χαλεπόν, ὦ ἄνδρες δικασταί, τραγῳδοῖς τε δὶς χορηγῆσαι, δὶς χορ. Reiske: διαχορ . MSS. ὑπὲρ τε καὶ τοῦ πατρός, καὶ τρία ἔτη συνεχῶς τριηραρχῆσαι, εἰσφοράς τε πολλάς εἰσενηνοχέναι, οἰκίαν τε πεντήκοντα μνῶν πρίασθαι, γῆς τε πλέον ἢ τριακόσια πλέθρα κτήσασθαι· ἔτι δὲ πρὸς τούτοις οἴεσθε οἴεσθε Reiske: οἴεσθαι MSS. χρῆναι ἔπιπλα πολλὰ καταλελοιπέναι; ἀλλʼ οὐδʼ οἱ πάλαι πλούσιοι δοκοῦντες εἶναι ἄξια λόγου ἔχοιεν ἂν ἐξενεγκεῖν· ἐνίοτε γὰρ οὐκ ἔστιν, οὐδʼ ἐάν τις πάνυ ἐπιθυμῇ, πρίασθαι τοιαῦτα ἃ ἃ add. Taylor. κτησαμένῳ εἰς τὸν λοιπὸν χρόνον ἡδονὴν ἂν παρέχοι.