<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="11"><p> χαλεπὸν μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἀπολογεῖσθαι πρὸς δόξαν ἣν ἔνιοι ἔχουσι περὶ τῆς Νικοφήμου οὐσίας, καὶ σπάνιν ἀργυρίου ἣ νῦν ἐστιν ἐν τῇ πόλει, καὶ τοῦ ἀγῶνος πρὸς τὸ δημόσιον ὄντος· ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ῥᾳδίως γνώσεσθε ὅτι οὐκ ἀληθῆ ἐστι τὰ κατηγορημένα. δέομαι δʼ ὑμῶν πάσῃ τέχνῃ καὶ μηχανῇ μετʼ εὐνοίας ἀκροασαμένους ἡμῶν διὰ τέλους ὅ τι ἂν ὑμῖν ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι, τοῦτο ψηφίσασθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="12"><p rend="align(indent)">πρῶτον μὲν οὖν, ᾧ τρόπῳ κηδεσταὶ ἡμῖν ἐγένοντο, διδάξω ὑμᾶς. στρατηγῶν γὰρ Κόνων περὶ Πελοπόννησον, τριηραρχήσαντι τῷ ἐμῷ πατρὶ πάλαι φίλος γεγενημένος, ἐδεήθη δοῦναι τὴν <add>ἐμὴν</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐμὴν</foreign> add. Taylor.</note> ἀδελφὴν αἰτοῦντι τῷ ὑεῖ τῷ Νικοφήμου. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="13"><p> ὁ δὲ ὁρῶν αὐτοὺς ὑπʼ ἐκείνου τε πεπιστευμένους γεγονότας τε ἐπιεικεῖς τῇ <add>τε</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Reiske.</note> πόλει ἔν γε τῷ τότε χρόνῳ ἀρέσκοντας, ἐπείσθη δοῦναι, οὐκ εἰδὼς τὴν ἐσομένην διαβολήν, ἀλλʼ ὅτε καὶ ὑμῶν ὁστισοῦν ἂν ἐκείνοις ἠξίωσε κηδεστὴς γενέσθαι, ἐπεὶ ὅτι γε οὐ χρημάτων ἕνεκα, ῥᾴδιον γνῶναι ἐκ τοῦ βίου παντὸς καὶ τῶν ἔργων τῶν τοῦ πατρός. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="14"><p> ἐκεῖνος γὰρ ὅτʼ ἦν ἐν τῇ ἡλικίᾳ, παρὸν μετὰ πολλῶν χρημάτων γῆμαι ἄλλην, τὴν ἐμὴν μητέρα ἔλαβεν οὐδὲν ἐπιφερομένην, ὅτι δὲ Ξενοφῶντος ἦν θυγάτηρ τοῦ Εὐριπίδου ὑέος, ὃς οὐ μόνον ἰδίᾳ χρηστὸς ἐδόκει εἶναι, ἀλλὰ καὶ στρατηγεῖν αὐτὸν ἠξιώσατε, ὡς ἐγὼ ἀκούω. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg019.perseus-grc2" n="15"><p> τὰς τοίνυν ἐμὰς ἀδελφὰς ἐθελόντων τινῶν λαβεῖν ἀπροίκους πάνυ πλουσίων οὐκ ἔδωκεν, ὅτι ἐδόκουν κάκιον γεγονέναι, ἀλλὰ τὴν μὲν Φιλομήλῳ τῷ Παιανιεῖ, ὃν οἱ πολλοὶ βελτίω ἡγοῦνται εἶναι ἢ πλουσιώτερον, τὴν δὲ πένητι γεγενημένῳ οὐ διὰ κακίαν, ἀδελφιδῷ δὲ ὄντι Φαίδρῳ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄντι φαίδρῳ</foreign> Taylor: <foreign xml:lang="grc">φαίδρω ὄντι</foreign>.</note> <add>τῷ</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ</foreign> Dobree.</note> Μυρρινουσίῳ, ἐπιδοὺς τετταράκοντα μνᾶς, </p></div></div></body></text></TEI>