καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος, ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε γένει οὔτε οὐσίᾳ οὔθʼ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς πολιτείας μετασχεῖν· ἀλλὰ τοιαῦτα ἐνομίζετο ἐνομίζετο Baiter: ἐνόμιζε MSS. τὰ ὑπάρχοντα αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγόνους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθʼ ἑτέρας ἐπιθυμῆσαι πολιτείας.