<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" n="6"><p> καὶ οὐ πολλῷ χρόνῳ ὕστερον Νικήρατος, ἀνεψιὸς ὢν ἐμὸς καὶ ὑὸς Νικίου, εὔνους ὢν τῷ ὑμετέρῳ πλήθει, συλληφθεὶς ὑπὸ τῶν τριάκοντα ἀπέθανεν, οὔτε γένει οὔτε οὐσίᾳ οὔθʼ ἡλικίᾳ δοκῶν ἀνάξιος εἶναι τῆς πολιτείας μετασχεῖν· ἀλλὰ τοιαῦτα ἐνομίζετο<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐνομίζετο</foreign> Baiter: <foreign xml:lang="grc">ἐνόμιζε</foreign> MSS.</note> τὰ ὑπάρχοντα αὐτῷ πρὸς τὸ ὑμέτερον πλῆθος εἶναι καὶ διὰ τοὺς προγόνους καὶ αὐτόν, ὥστε οὐκ ἄν ποθʼ ἑτέρας ἐπιθυμῆσαι πολιτείας. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" n="7"><p> συνῄδεσαν γὰρ ἅπασιν αὐτοῖς ὑπὸ τῆς πόλεως<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πόλεως</foreign> Dobree: <foreign xml:lang="grc">πολιτείας</foreign> MSS.</note> τιμωμένοις, καὶ πολλαχοῦ μὲν ὑπὲρ ὑμῶν κεκινδυνευκόσι, μεγάλας δʼ εἰσφορὰς εἰσενηνοχόσι καὶ λελῃτουργηκόσι κάλλιστα, καὶ τῶν ἄλλων οὐδενὸς πώποτʼ ἀποστᾶσιν ὧν ἡ πόλις αὐτοῖς προσέταξεν, ἀλλὰ προθύμως λῃτουργοῦσι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" n="8"><p> καίτοι τίνες ἂν ἡμῶν εἴησαν δυστυχέστεροι, εἰ ἐν μὲν τῇ ὀλιγαρχίᾳ ἀποθνῄσκοιμεν εὖνοι ὄντες τῷ πλήθει, ἐν δὲ τῇ δημοκρατίᾳ ὡς κακόνοι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κακόνοι</foreign> Markland: <foreign xml:lang="grc">κακοὶ</foreign> MSS.</note> ὄντες τῷ πλήθει ἀποστεροίμεθα τῶν ὄντων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" n="9"><p> καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ Διόγνητος διαβληθεὶς μὲν ὑπὸ τῶν συκοφαντῶν φεύγων ὤχετο, μετʼ ὀλίγων δὲ τῶν ἐκπεπτωκότων οὔτʼ ἐπὶ τὴν πόλιν ἐστρατεύσατο οὔτʼ εἰς Δεκέλειαν ἀφίκετο· οὐδʼ ἔστιν ὅτου κακοῦ αἴτιος οὔτε φεύγων οὔτε κατελθὼν τῷ ὑμετέρῳ πλήθει γεγένηται, ἀλλʼ εἰς τοῦτʼ ἀρετῆς ἦλθεν ὥστε μᾶλλον ὠργίζετο τοῖς εἰς ὑμᾶς ἡμαρτηκόσιν ἢ τοῖς αὐτῷ τῆς καθόδου αἰτίοις γεγενημένοις <add>χάριν ᾔδει</add>.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">χάριν ἤδει</foreign> add. Cobet.</note> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg018.perseus-grc2" n="10"><p> καὶ ἀρχὴν μὲν οὐδεμίαν ἦρξεν ἐν τῇ ὀλιγαρχίᾳ· ἐπειδὴ δὲ τάχιστα ἦλθον εἰς τὴν Ἀκαδήμειαν Λακεδαιμόνιοι καὶ Παυσανίας, λαβὼν τὸν Νικηράτου καὶ ἡμᾶς παῖδας ὄντας, ἐκεῖνον μὲν κατέθηκεν ἐπὶ τοῖς γόνασι τοῖς Παυσανίου, ἡμᾶς δὲ παραστησάμενος ἔλεγε πρὸς ἐκεῖνον καὶ τοὺς ἄλλους τοὺς παρόντας ὅσα εἴημεν πεπονθότες καὶ οἵαις τύχαις κεχρημένοι, καὶ ἠξίου Παυσανίαν βοηθῆσαι καὶ διὰ τὴν φιλίαν καὶ διὰ τὴν ξενίαν τὴν ὑπάρχουσαν, καὶ τιμωρὸν γενέσθαι τῶν εἰς ἡμᾶς ἡμαρτηκότων. </p></div></div></body></text></TEI>