οὐκ εἰς τοὺς οὕτω πολιτευομένους, ὑπὲρ ἧς πολιτείας ἧς πολιτείας Taylor : τῆς πολιτείας ἧς MSS καὶ ὁ πατὴρ καὶ οἱ προσήκοντες ἡμῖν ἀπέθανον; νῦν τοίνυν ταύτην ἀνθʼ ἁπάντων ἀπαιτοῦμεν ὑμᾶς τὴν χάριν, μὴ περιιδεῖν ἡμᾶς ἀπόρως διατεθέντας μηδʼ ἐνδεεῖς τῶν ἐπιτηδείων γενομένους, μηδὲ τὴν τῶν προγόνων εὐδαιμονίαν καταλῦσαι, ἀλλὰ πολὺ μᾶλλον παράδειγμα ποιῆσαι τοῖς βουλομένοις τὴν πόλιν εὖ ποιεῖν, οἴων ὑμῶν ἐν τοῖς κινδύνοις τεύξονται.