φείδεσθε ἡμῶν. οὐδὲν γὰρ ἂν ἡμᾶς κωλύοι, ὦ ἄνδρες δικασταί, ἀθλιωτάτους ἀθλιωτάτους Stephanus: ἀθλιοθεάτους MSS. εἶναι, ἐπὶ μὲν τῶν τριάκοντα ὀρφανοὺς καταλειφθέντας, ἐν δὲ τῇ δημοκρατίᾳ τῶν ὄντων ἐστερημένους, οἷς ἡ τύχη παρέδωκεν ὥστʼ ἔτι ἡμᾶς παῖδας ὄντας ἐπὶ τὴν Παυσανίου σκηνὴν ἐλθόντας βοηθῆσαι τῷ πλήθει. καὶ τοιούτων ἡμῖν ὑπαρχόντων εἰς τίνας ἂν ἐβουλήθημεν δικαστὰς καταφυγεῖν;