καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δʼ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. ἐὰν δʼ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπʼ αὐτῶν ὑμεῖς ὠφεληθήσεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι,