ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι μάλιστ’ ἀγανακτῆσαι Dobree: μάλιστα φθονῆσαι MSS. ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε. καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων· νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν μὲν μὲν add. Bekker. μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι. καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι· ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων τραπομένων Hude: τραπόμενοι MSS. τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι. καίτοι πλείων συγγνώμη μνησικακεῖν νεωστὶ κατεληλυθόσιν, ἔτι τῆς ὀργῆς οὔσης προσφάτου, ἢ τοσούτῳ χρόνῳ ὕστερον ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπέσθαι, ὑπὸ τοιούτων πεισθέντας οἳ ἐν ἄστει μείναντες ταύτην ταύτην Taylor: αὐτὴν MSS. ὑμῖν οἴονται διδόναι πίστιν τῆς αὑτῶν εὐνοίας, ἑτέρους κακοὺς ποιοῦντες, ἀλλʼ οὐ σφᾶς αὐτοὺς χρηστοὺς παρέχοντες, καὶ νυνὶ τῶν τῆς πόλεως εὐτυχιῶν ἀπολαύοντες, ἀλλʼ οὐ πρότερον τῶν ὑμετέρων κινδύνων μετέχοντες. καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δʼ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. ἐὰν δʼ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπʼ αὐτῶν ὑμεῖς ὠφεληθήσεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι,