εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν ἐπίδειξιν Dobree: ἀπόδειξιν MSS. καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι.