ὅθεν Παυσανίας ἤρξατο εὔνους εἶναι τῷ δήμῳ, παράδειγμα ποιούμενος πρὸς τοὺς ἄλλους Λακεδαιμονίους τὰς ἡμετέρας συμφορὰς τῆς τῶν τριάκοντα πονηρίας· δῆλον γὰρ ἅπασι τοῖς ἐλθοῦσι Πελοποννησίων ἐγεγένητο, ὅτι οὐ τοὺς πονηροτάτους τῶν πολιτῶν ἀπέκτεινον, ἀλλʼ οἷς μάλιστα προσῆκον καὶ διὰ γένος καὶ διὰ πλοῦτον καὶ διὰ τὴν ἄλλην ἀρετὴν τιμᾶσθαι. οὕτω δʼ ἠλεούμεθα καὶ πᾶσι δεινὰ ἐδοκοῦμεν πεπονθέναι, ὥστε Παυσανίας τὰ μὲν παρὰ τῶν τριάκοντα ξένια οὐκ ἠθέλησε λαβεῖν, τὰ δὲ παρʼ ἡμῶν ἐδέξατο. καίτοι δεινόν, ὦ ἄνδρες δικασταί, ὑπὸ μὲν τῶν πολεμίων παῖδας ἡμᾶς ὄντας ἐλεεῖσθαι, οἳ τῇ ὀλιγαρχία βοηθήσοντες ἦλθον, ὑπὸ δʼ ὑμῶν, ὦ ἄνδρες δικασταί, τοιούτους γεγενημένους τῶν ὄντων ἀποστερεῖσθαι, ὧν οἱ πατέρες ὑπὲρ τῆς δημοκρατίας ἀπέθανον. εὖ δʼ οἶδʼ, ὦ ἄνδρες δικασταί, ὅτι περὶ πλείστου ἂν ποιήσαιτο Πολίοχος τοῦτον τὸν ἀγῶνα κατορθῶσαι, ἡγούμενος αὑτῷ καλὴν εἶναι τὴν ἐπίδειξιν ἐπίδειξιν Dobree: ἀπόδειξιν MSS. καὶ πρὸς τοὺς πολίτας καὶ τοὺς ξένους, ὅτι Ἀθήνῃσι τοσοῦτον δύναται, ὥσθʼ ὑμᾶς τοὺς αὐτούς, περὶ ὧν ὅρκους ὀμωμόκατε, ὑμῖν αὐτοῖς τὰ ἐναντία ποιεῖν ψηφίζεσθαι. πάντες γὰρ εἴσονται ὅτι τότε μὲν χιλίαις δραχμαῖς ἐζημιώσατε ἐζημιώσατε Markland: ἐζημίωσε MSS. τὸν βουλόμενον τὴν ἡμετέραν γῆν δημοσίαν ποιῆσαι, νυνὶ δὲ κελεύων δημεῦσαι νενίκηκε, καὶ περὶ τούτων δὴ ἀμφοτέρων Ἀθηναῖοι, παρὰ νόμον παρὰ νόμον Taylor: παρανόμων MSS. φεύγοντος τοῦ αὐτοῦ ἀνδρός, τἀναντία σφίσιν αὐτοῖς ἐψηφίσαντο. οὐκ οὖν αἰσχρόν, εἰ ἃ μὲν Λακεδαιμονίοις συνέθεσθε βεβαιώσετε, ἃ δὲ αὑτοῖς ἐψηφίσασθε οὕτω ῥᾳδίως διαλύσετε, καὶ τὰς μὲν πρὸς ἐκείνους συνθήκας κυρίας ποιήσετε, τὰς δὲ πρὸς αὑτοὺς ἀκύρους; καὶ τοῖς μὲν ἄλλοις Ἕλλησιν ὀργίζεσθε, ὀργιζεσθε Cobet: ὀργζοισθε MSS. εἴ τις Λακεδαιμονίους ὑμῶν περὶ πλείονος ποιεῖται, ὑμεῖς δʼ αὐτοὶ φανήσεσθε πιστότερον πρὸς ἐκείνους ἢ πρὸς ὑμᾶς αὐτοὺς διακείμενοι;