<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" n="6"><p>ἔπειτα δὲ ἐκ μὲν τοῦ σανιδίου τοὺς ἱππεύσαντας σκοπεῖν εὔηθές ἐστιν. ἐν τούτῳ γὰρ πολλοὶ μὲν τῶν ὁμολογούντων ἱππεύειν οὐκ ἔνεισιν, ἔνιοι δὲ τῶν ἀποδημούντων ἐγγεγραμμένοι εἰσίν. ἐκεῖνος δʼ ἐστὶν ἔλεγχος μέγιστος· ἐπειδὴ γὰρ κατήλθετε, ἐψηφίσασθε τοὺς φυλάρχους ἀπενεγκεῖν τοὺς ἱππεύσαντας, ἵνα τὰς καταστάσεις ἀναπράξητε παρʼ αὐτῶν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" n="7"><p>ἐμὲ τοίνυν οὐδεὶς ἂν ἀποδείξειεν οὔτʼ ἀπενεχθέντα ὑπὸ τῶν φυλάρχων οὔτε παραδοθέντα τοῖς συνδίκοις οὔτε κατάστασιν καταβαλόντα.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καταβαλόντα</foreign> Bake: <foreign xml:lang="grc">παραλαβόντα</foreign> MSS.</note> καίτοι πᾶσι ῥᾴδιον τοῦτο γνῶναι, ὅτι<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεδημοῦμεν</foreign> add. Kayser</note> ἀναγκαῖον ἦν τοῖς φυλάρχοις, εἰ μὴ ἀποδείξειαν τοὺς ἔχοντας τὰς καταστάσεις, αὐτοῖς ζημιοῦσθαι. ὥστε πολὺ ἂν δικαιότερον ἐκείνοις τοῖς γράμμασιν ἢ τούτοις πιστεύοιτε· ἐκ μὲν γὰρ τούτων ῥᾴδιον ἦν ἐξαλειφθῆναι τῷ βουλομένῳ, ἐν ἐκείνοις δὲ τοὺς ἱππεύσαντας ἀναγκαῖον ἦν ὑπὸ τῶν φυλάρχων ἀπενεχθῆναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" n="8"><p>ἔτι δέ, ὦ βουλή, εἴπερ ἵππευσα, οὐκ ἂν ἦ ἔξαρνος ὡς δεινόν τι πεποιηκώς, ἀλλʼ ἠξίουν, ἀποδείξας ὡς οὐδεὶς ὑπʼ ἐμοῦ τῶν πολιτῶν κακῶς πέπονθε, δοκιμάζεσθαι. ὁρῶ δὲ καὶ ὑμᾶς ταύτῃ τῇ γνώμῃ χρωμένους, καὶ πολλοὺς μὲν τῶν τότε ἱππευσάντων βουλεύοντας, πολλοὺς δʼ αὐτῶν στρατηγοὺς καὶ ἱππάρχους κεχειροτονημένους. ὥστε μηδὲν διʼ ἄλλο με<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὥστε μηδὲν δι’ ἄλλο με</foreign> Taylor: <foreign xml:lang="grc">ὥστ’ εἰ μηδὲν διαβάλλομαι</foreign> MSS.</note> ἡγεῖσθε ταύτην ποιεῖσθαι τὴν ἀπολογίαν, ἢ ὅτι περιφανῶς ἐτόλμησάν μου καταψεύσασθαι. ἀνάβηθι δέ μοι καὶ μαρτύρησον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" n="9"><p rend="align(center"><label>Μάρτυρες</label></p><p rend="align(indent)">περὶ μὲν τοίνυν αὐτῆς<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῆς</foreign> Frohberger: <foreign xml:lang="grc">ταύτης</foreign> MSS.</note> τῆς αἰτίας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· δοκεῖ δέ μοι, ὦ βουλή, ἐν μὲν τοῖς ἄλλοις ἀγῶσι περὶ αὐτῶν μόνων τῶν κατηγορημένων προσήκειν ἀπολογεῖσθαι, ἐν δὲ ταῖς δοκιμασίαις δίκαιον εἶναι παντὸς τοῦ βίου λόγον διδόναι. δέομαι οὖν ὑμῶν μετʼ εὐνοίας ἀκροάσασθαί μου. ποιήσομαι δὲ τὴν ἀπολογίαν ὡς ἂν δύνωμαι διὰ βραχυτάτων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg016.perseus-grc2" n="10"><p rend="align(indent)">ἐγὼ γὰρ πρῶτον μὲν, οὐσίας μοι οὐ πολλῆς καταλειφθείσης διὰ τὰς συμφορὰς καὶ τὰς τοῦ πατρὸς καὶ τὰς τῆς πόλεως, δύο μὲν ἀδελφὰς ἐξέδωκα ἐπιδοὺς τριάκοντα μνᾶς ἑκατέρᾳ, πρὸς τὸν ἀδελφὸν δʼ οὕτως ἐνειμάμην ὥστʼ ἐκεῖνον πλέον ὁμολογεῖν ἔχειν ἐμοῦ τῶν πατρῴων, καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως βεβίωκα ὥστε μηδεπώποτέ μοι μηδὲ πρὸς ἕνα μηδὲν ἔγκλημα γενέσθαι. </p></div></div></body></text></TEI>