Νόμος ἀκούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφοτέρων κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ στρατιᾷ μὴ παρῶσι. σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεῖ παρεῖναι. οὐχ οἵτινες ἂν τὴν ἡλικίαν ταύτην ἔχωσιν; οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν; ἡγοῦμαι δʼ, ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι· ἀστρατείας μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι, ὅτι καταλεγεὶς ὁπλίτης ὁπλίτης Stephanus: ὁ πατὴρ cod. pal οὐκ ἐξῆθε ἐξῆλθε Reiske: ἐπεξῆλθε MSS. μεθʼ ὑμῶν, λιποταξίου δέ, ὅτι ἐν τῷ λιποταξίου έν τῷ add. Dobree στρατοπέδῳ μόνος οὐ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι, δειλίας δέ, ὅτι δεῖν αὐτὸν δεῖν αὐτὸν Schott: δεῖ ἕκαστον . μετὰ τῶν ὁπλιτῶν ὁπλιτῶν Stephanus: πολιτῶν MSS. κινδυνεύειν ἱππεύειν εἵλετο.