<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="6"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">ἀκούετε, ὦ ἄνδρες δικασταί, ὅτι περὶ ἀμφοτέρων
                  κεῖται, καὶ ὅσοι ἂν μάχης οὔσης εἰς τοὐπίσω ἀναχωρήσωσι, καὶ ὅσοι ἂν ἐν τῇ πεζῇ
                  στρατιᾷ μὴ παρῶσι. σκέψασθε δὲ τίνες εἰσὶν οὓς δεῖ παρεῖναι. οὐχ οἵτινες ἂν τὴν
                  ἡλικίαν ταύτην ἔχωσιν; οὐχ οὓς ἂν οἱ στρατηγοὶ καταλέξωσιν; ἡγοῦμαι δʼ, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="7"><p>ὦ ἄνδρες δικασταί, ὅλῳ τῷ νόμῳ μόνον αὐτὸν τῶν πολιτῶν ἔνοχον εἶναι· ἀστρατείας
                  μὲν γὰρ δικαίως ἂν αὐτὸν ἁλῶναι, ὅτι καταλεγεὶς ὁπλίτης<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁπλίτης</foreign> Stephanus: <foreign xml:lang="grc">ὁ πατὴρ</foreign>
                     cod. pal</note> οὐκ ἐξῆθε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐξῆλθε</foreign> Reiske: <foreign xml:lang="grc">ἐπεξῆλθε</foreign> MSS.</note> μεθʼ ὑμῶν, <add>λιποταξίου δέ, ὅτι ἐν
                     τῷ</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λιποταξίου <gap reason="lost"/> έν τῷ</foreign> add.
                     Dobree</note> στρατοπέδῳ μόνος οὐ παρέσχε μετὰ τῶν ἄλλων ἑαυτὸν τάξαι, δειλίας
                  δέ, ὅτι δεῖν αὐτὸν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δεῖν αὐτὸν</foreign> Schott: <foreign xml:lang="grc">δεῖ ἕκαστον</foreign>.</note> μετὰ τῶν ὁπλιτῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁπλιτῶν</foreign> Stephanus: <foreign xml:lang="grc">πολιτῶν</foreign> MSS.</note> κινδυνεύειν ἱππεύειν εἵλετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="8"><p>καίτοι φασὶν αὐτὸν ταύτην τὴν ἀπολογίαν ποιήσεσθαι, ὡς ἐπειδήπερ ἵππευεν, οὐδὲν
                  ἠδίκει τὴν πόλιν. ἐγὼ δʼ ἡγοῦμαι διὰ τοῦθʼ ὑμᾶς δικαίως ἂν αὐτῷ ὀργίζεσθαι, ὅτι
                  τοῦ νόμου κελεύοντος, ἐάν τις ἀδοκίμαστος ἱππεύῃ, ἄτιμον εἶναι, ἐτόλμησεν
                  ἀδοκίμαστος ἱππεύειν. καί μοι ἀνάγνωθι τὸν νόμον.
               </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="9"><p rend="align(center)"><label>Νόμος</label></p><p rend="align(indent)">οὗτος τοίνυν εἰς τοῦτʼ ἦλθε πονηρίας, καὶ οὕτως
                  ὑμῶν κατεφρόνησε καὶ τοὺς πολεμίους ἔδεισε καὶ ἱππεύειν ἐπεθύμησε καὶ τῶν νόμων
                  οὐκ ἐφρόντισεν, ὥστε οὐδὲν αὐτῷ τούτων τῶν κινδύνων ἐμέλησεν, ἀλλʼ ἐβουλήθη καὶ
                  ἄτιμος εἶναι καὶ τὰ χρήματʼ αὐτοῦ δημευθῆναι καὶ πάσαις ταῖς κειμέναις ζημίαις
                  ἔνοχος γενέσθαι μᾶλλον ἢ μετὰ τῶν πολιτῶν εἶναι καὶ ὁπλίτης γενέσθαι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="10"><p>καὶ ἕτεροι μὲν οὐδεπώποτε ὁπλιτεύσαντες, ἱππεύοντες δὲ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἱππεύοντες δὲ</foreign> Emperius: <foreign xml:lang="grc">ἵππου ὄντες
                        δὲ, ἔφιπποι δὲ ὄντες</foreign> MSS.</note> τὸν ἄλλον χρόνον καὶ πολλὰ κακὰ
                  τοὺς πολεμίους πεποιηκότες, οὐκ ἐτόλμησαν ἐπὶ τοὺς ἵππους ἀναβῆναι, δεδιότες ὑμᾶς
                  καὶ τὸν νόμον· οὕτω γὰρ ἦσαν παρεσκευασμένοι, οὐχ ὡς ἀπολουμένης τῆς πόλεως, ἀλλʼ
                  ὡς σωθησομένης καὶ μεγάλης ἐσομένης καὶ τιμωρησομένης τοὺς ἀδικοῦντας· Ἀλκιβιάδης
                  δʼ ἐτόλμησεν ἀναβῆναι, βῆναι, οὔτε εὔνους ὢν τῷ πλήθει οὔτε πρότερον ἱππεύσας οὔτε
                  νῦν ἐπιστάμενος οὔτε ὑφʼ ὑμῶν δοκιμασθείς, ὡς οὐκ ἐξεσόμενον τῇ πόλει δίκην παρὰ
                  τῶν ἀδικούντων λαμβάνειν. </p></div></div></body></text></TEI>