<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="26"><p>μετεπέμφθη δʼ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε. καίτοι ποῖόν τινα χρὴ
                  αὐτὸν ὑφʼ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο ὃς
                  τοὺς ἄλλους ταῦτʼ ἐδίδασκε; μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους
                  προὔδωκεν. ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα,
                  τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg014.perseus-grc2" n="27"><p>ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστʼ οὐδʼ <add>ἂν</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδ’ ἂν</foreign> Reiske: <foreign xml:lang="grc">οὐδὲ</foreign> MSS.</note> ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι.
                  τελευτήσαντος δʼ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο. οὐ πολλῷ δὲ
                  χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους
                  κατεπόντιζεν. </p></div></div></body></text></TEI>