μετεπέμφθη δʼ ὑπὸ Ἀλκιβιάδου, ἐπειδὴ φανερῶς ἐξημάρτανε. καίτοι ποῖόν τινα χρὴ αὐτὸν ὑφʼ ὑμῶν νομίζεσθαι εἶναι, ὅστις κἀκείνῳ τοιαῦτʼ ἐπιτηδεύων διεβέβλητο ὃς τοὺς ἄλλους ταῦτʼ ἐδίδασκε; μετὰ Θεοτίμου δὲ ἐπιβουλεύσας τῷ πατρὶ Ὄρνους προὔδωκεν. ὁ δὲ παραλαβὼν τὸ χωρίον πρότερον μὲν ὕβριζεν αὐτὸν ὡραῖον ὄντα, τελευτῶν δὲ δήσας ἀργύριον εἰσεπράττετο. ὁ δὲ πατὴρ αὐτὸν οὕτως ἐμίσει σφόδρα, ὥστʼ οὐδʼ ἂν οὐδ’ ἂν Reiske: οὐδὲ MSS. ἀποθανόντος ἔφασκε τὰ ὀστᾶ κομίσασθαι. τελευτήσαντος δʼ ἐκείνου ἐραστὴς γενόμενος Ἀρχεβιάδης αὐτὸν ἐλύσατο. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατακυβεύσας τὰ ὄντα, ἐκ Λευκῆς ἀκτῆς ὁρμώμενος τοὺς φίλους κατεπόντιζεν.