οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν. ἀκούω δʼ αὐτὸν καὶ τούτῳ τούτῳ add. Kayser διισχυρίζεσθαι, ὅτι ἐπʼ αὐτοφώρῳ τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος ἂν ἃν add. Herwerden ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, ἔνοχος ὢν ἔνοχος ὢν del. Dobree ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο οὐδὲν ἄλλο Sauppe: οὐδενὶ ἄλλω . ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι.