ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις πύλαις Palmer: φυλαῖς MSS. ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, ὁ μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας ἐκ τῶν πολιτῶν. ὲκ τῶν πολιτῶν del. Naber οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι. Μάρτυρες τούτῳ τῷ τρόπῳ, ὦ ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα μετὰ τῶν πολιτῶν μετὰ τῶν πολιτῶν del. Sauppe συμπέμπειν συμπέμπειν Fuhr: πέμπειν MSS. τὴν πομπήν, καὶ εἴ τις αὐτὸν ταξίαρχος εἰς τάξιν τινὰ κατέταξε . καὶ κατέταξε del. Halbertsman μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν ἡ αἰτία. οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ἢ ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ἢ ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν. ἀκούω δʼ αὐτὸν καὶ τούτῳ τούτῳ add. Kayser διισχυρίζεσθαι, ὅτι ἐπʼ αὐτοφώρῳ τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος ἂν ἃν add. Herwerden ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, ἔνοχος ὢν ἔνοχος ὢν del. Dobree ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο οὐδὲν ἄλλο Sauppe: οὐδενὶ ἄλλω . ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι.