<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="71"><p>Φρυνίχῳ γάρ, ὦ ἄνδρες δικασταί, κοινῇ Θρασύβουλός τε ὁ Καλυδώνιος καὶ Ἀπολλόδωρος ὁ Μεγαρεὺς ἐπεβούλευσαν· ἐπειδὴ δὲ ἐπετυχέτην αὐτῷ βαδίζοντι, ὁ μὲν Θρασύβουλος τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξας, ὁ δὲ Ἀπολλόδωρος οὐχ ἥψατο· ἀλλʼ ἐν τούτῳ κραυγὴ γίγνεται καὶ ᾤχοντο φεύγοντες. Ἀγόρατος δὲ οὑτοσὶ οὔτε παρεκλήθη οὔτε παρεγένετο οὔτε οἶδε τοῦ πράγματος οὐδέν. ὡς δὲ ἀληθῆ λέγω, αὐτὸ ὑμῖν τὸ ψήφισμα δηλώσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="72"><p rend="align(center)"><label>Ψήφισμα</label></p><p rend="align(indent)">ὅτι μὲν οὐκ ἀπέκτεινε Φρύνιχον, ἐξ αὐτοῦ τοῦ ψηφίσματος δῆλον· οὐδαμοῦ γάρ ἐστιν <q>Ἀγόρατον Ἀθηναῖον εἶναι</q> ὥσπερ Θρασύβουλον <del>καὶ Ἀπολλόδωρον</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Ἀπολλόδωρον</foreign> del. Roehl</note>. καίτοι εἴπερ ἀπέκτεινε Φρύνιχον, ἔδει αὐτὸν ἐν τῇ αὐτῇ στήλῃ, ἵνα περ Θρασύβουλον <del>καὶ Ἀπολλόδωρον</del>,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ Ἀπολλόδωρον</foreign> del. Roehl</note> Ἀθηναῖον πεποιημένον <add>ἐγγεγράφθαι</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐγγεγράφθαι</foreign> add. Thalheim</note>· τὰ μέντοι ὀνόματα διαπράττονται σφῶν αὐτῶν, δόντες ἀργύριον τῷ ῥήτορι, προσγραφῆναι εἰς τὴν στήλην ὡς εὐεργέτας ὄντας. καὶ ὡς ἀληθῆ λέγω, τοῦτο τὸ ψήφισμα ἐλέγξει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="73"><p rend="align(center)"><label>Ψήφισμα</label></p><p rend="align(indent)">οὕτω μέντοι οὑτοσὶ πολὺ ὑμῶν κατεφρόνει, ὥστε οὐκ ὢν Ἀθηναῖος καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο, ἐπιγραφόμενος Ἀναγυράσιος, εἶναι. ἔπειτα δὲ καὶ ἕτερον μέγα τεκμήριον ὡς οὐκ <del>ἂν</del><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> del. Contius</note> ἀπέκτεινε Φρύνιχον, διʼ ὃ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃ</foreign> Sauppe: <foreign xml:lang="grc">ὃν</foreign> MSS.</note> Ἀθηναῖός φησι γεγενῆσθαι. ὁ Φρύνιχος γὰρ οὗτος τοὺς τετρακοσίους κατέστησεν· ἐπειδὴ δʼ ἐκεῖνος ἀπέθανεν, οἱ πολλοὶ τῶν τετρακοσίων ἔφυγον. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="74"><p>πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ ἡ βουλὴ ἡ τότε<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡ τότε</foreign> Cobet: <foreign xml:lang="grc">ὅτ’ ἐπὶ τῶν</foreign>.</note> βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, ἢ τιμωρήσασθαι ὑπὲρ Φρυνίχου καὶ τῆς φυγῆς ἧς αὐτοὶ ἔφυγον; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="75"><p>ἐγὼ μὲν οἶμαι τιμωρεῖσθαι ἄν. εἰ μὲν οὖν μὴ ἀποκτείνας προσποιεῖται, ὡς ἐγώ φημι, ἀδικεῖ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ἐγώ φημι, ἀδικεῖ</foreign> Gebauer: <foreign xml:lang="grc">ἀδικεῖ, ὡς ἐγώ φημι</foreign> MSS.</note>· εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς Φρύνιχον ἀποκτεῖναι, δῆλον ὅτι μείζω τὸν δῆμον τὸν Ἀθηναίων κακὰ ποιήσας τὴν ὑπὲρ Φρυνίχου αἰτίαν πρὸς τοὺς τριάκοντα ἀπελύσω· οὐδέποτε γὰρ πείσεις οὐδένα ἀνθρώπων ὡς Φρύνιχον ἀποκτείνας ἀφείθης ἂν ὑπὸ τῶν τριάκοντα, εἰ μὴ μεγάλα τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνήκεστα κακὰ εἰργάσω. </p></div></div></body></text></TEI>