ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ ἀπολλύμενος τοιουτοσὶ ἐγένετο καὶ Ξενοφῶν ὁ στρεβλωθεὶς καὶ Ἱππίας ὁ Θάσιος καὶ Θάσιος del. Dobree . σὺ δʼ οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται, μεθέξεις τῆς τότε τότε Markland: τε MSS. πολιτείας καθισταμένης, ἀπέγραψας ἀπέγραψας Fuhr: ἀπεγράφης MSS. καὶ ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς. βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων ἀνδρῶν ὑπʼ Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν οὐ πολλοὶ ἦσαν, καθʼ ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρατηγοῖς παρεδίδοσαν· οἱ δʼ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφʼ ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. οἱ δʼ αὐτῶν περιγενόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως ὁμοίως Lipsius: ὠμῶς MSS. καὶ θάνατος αὐτῶν κατεγνώσθη, ἡ δὲ τύχη καὶ ὁ δαίμων περιεποίησε, φυγόντες γὰρ γὰρ del. Reiske ἐνθένδε καὶ οὐ συλληφθέντες οὐδὲ ὑπομείναντες μείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς τιμῶνται ὑφʼ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες. τούτους μέντοι τοιούτους ὄντας Ἀγόρατος τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ φυγάδας ἐντεῦθεν ἐποίησε, τίς ὢν αὐτός; δεῖ γὰρ ὑμᾶς εἰδέναι ὅτι δοῦλος καὶ ἐκ δούλων ἐστίν, ἵνʼ εἰδῆτε οἷος ὢν ὑμᾶς ἐλυμαίνετο. τουτῳὶ μὲν γὰρ πατὴρ ἦν Εὐμάρης, ἐγένετο δὲ ὁ Εὐμάρης οὗτος Νικοκλέους καὶ Ἀντικλέους. καί μοι ἀνάβητε μάρτυρες. Μάρτυρες ἦσαν τοίνυν οὗτοι, ὦ ἄνδρες δικασταί, τέτταρες ἀδελφοί. τούτων εἷς μὲν ὁ πρεσβύτατος πρεσβύτατος Bake: πρεσβύτερος MSS. ἐν Σικελία παραφρυκτωρευόμενος τοῖς πολεμίοις ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη· ὁ δὲ ἕτερος εἰς Κόρινθον μὲν ἐντευθενὶ ἀνδράποδον ἐξήγαγεν, ἐκεῖθεν δὲ παιδίσκην αὖθις ἐξάγων ἁλίσκεται, καὶ ἐν τῷ δεσμωτηρίῳ δεδεμένος ἀπέθανε· τὸν δὲ τρίτον Φαινιππίδης ἐνθάδε ἐνθάδε Markland: ἐνθένδε MSS. λωποδύτην ἀπήγαγε,