Ἐρώτησις ἐβούλοντο τοίνυν, ὦ ἄνδρες δικασταί, ἔτι πλειόνων αὐτὸν αὐτὸν Taylor: αὐτοὶ MSS. τὰ ὀνόματα ἀπογράψαι· οὕτω ἔρρωτο ἡ βουλὴ κακόν τι ἐργάζεσθαι αὐτὸν αὐτὸν del. Gerknet et Bizos ὥστʼ οὐκ ἐδόκει αὐτοῖς ἅπαντα τἀληθῆ πω κατηγορηκέναι. τούτους μὲν οὖν ἅπαντας ἑκὼν ἀπογράφει, οὐδεμιᾶς αὐτῶνἀνάγκης οὔσης. μετὰ τοῦτο προσαπογράφει ἑτέρους τῶν πολιτῶν. μετὰ πολιτῶν del. Dobree ἐπειδὴ δὲ ἡ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη ἐν τῇ βουλῇ μήνυσις μήνυσις del. Bremi μόνῃ μόνῃ Frohberger: μέν ἡ, ἡ MSS. γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν αὐτὸν αὐτὸν add. Gebauer. εἰς τὸν δῆμον. καί μοι ἀπόκριναι, ὦ Ἀγόρατε· οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι γενήσεσθαι Markland: γενέσθαι MSS. ἃ ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας. Ἐρώτησις ὁμολογεῖ μὲν καὶ αὐτός, ὅμως δὲ καὶ τὰ ψηφίσματα ὑμῖν τοῦ δήμου ἀναγνώσεται. Ψηφίσματα ψηφίσματα Reiske ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσὶ τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καὶ ἔστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἁπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδʼ ὑφʼ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν. ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ ὁ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφη, καὶ κατεσκάφη καὶ Reiske: κατεσκάφησαν MSS. οἱ τριάκοντα κατέστησαν, καὶ τί οὐ τῶν δεινῶν τί οὐ τῶν δεινῶν Sauppe: τοιοῦτον δεινὸν . τῇ πόλει ἐγένετο. ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, ὁ δὲ δῆμος ἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοις ἐψήφιστο. ἐψήφιστο Naber: ἑψηφίσατο MSS. καί μοι ἀνάγνωθι τὸ ψήφισμα.