<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="26"><p>ταῦτα ἐκείνων δεομένων καὶ παρασκευασάντων πλοῖα καὶ αὐτῶν ἑτοίμων ὄντων συνεκπλεῖν, οὐκ ἠθέλησε πείθεσθαι αὐτοῖς Ἀγόρατος οὑτοσί. καίτοι, ὦ Ἀγόρατε, εἰ μή τί σοι ἦν παρεσκευασμένον καὶ ἐπίστευες μηδὲν κακὸν πείσεσθαι, πῶς οὐκ ἂν ᾤχου καὶ πλοίων παρεσκευασμένων καὶ τῶν ἐγγυητῶν ἑτοίμων ὄντων σοι συνεκπλεῖν; ἔτι γὰρ οἷόν τέ σοι ἦν, καὶ οὔπω ἡ βουλή σου ἐκράτει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="27"><p>ἀλλὰ μὲν δὴ οὐχ ὅμοιά γε σοὶ καὶ ἐκείνοις ὑπῆρχε. πρῶτον μὲν γὰρ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γὰρ</foreign> Mehler: <foreign xml:lang="grc">γε</foreign> MSS.</note> Ἀθηναῖοι ἦσαν ὥστε οὐκ ἐδέδισαν βασανισθῆναι· ἔπειτα πατρίδα σφετέραν αὐτῶν καταλιπόντες ἕτοιμοι ἦσαν συνεκπλεῖν μετὰ σοῦ, ἡγησάμενοι ταῦτα μᾶλλον λυσιτελεῖν ἢ τῶν πολιτῶν πολλοὺς καὶ ἀγαθοὺς ὑπὸ σοῦ ἀδίκως ἀπολέσθαι. σοὶ δὲ πρῶτον μὲν κίνδυνος ἦν βασανισθῆναι ὑπομείναντι, ἔπειτα οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="28"><p>ὥστʼ ἐκ παντὸς τρόπου σοὶ μᾶλλον ἢ ἐκείνοις ἐκπλεῦσαι συνέφερεν, εἰ μή τι ἦν ᾧ ἐπίστευες. νῦν δὲ ἄκων μὲν προσποιεῖ, ἑκὼν δὲ πολλοὺς καὶ ἀγαθοὺς Ἀθηναίων ἀπέκτεινας. ὡς δὲ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς δὲ</foreign> Taylor: <foreign xml:lang="grc">ὥστε</foreign> MSS.</note> παρεσκευάσθη ἅπαντα ἃ ἐγὼ λέγω, καὶ μάρτυρές εἰσι καὶ αὐτὸ τὸ ψήφισμά σου τὸ<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σου τὸ</foreign> Reiske: <foreign xml:lang="grc">οὕτω, τοῦτο</foreign> MSS.</note> τῆς βουλῆς καταμαρτυρήσει. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="29"><p rend="align(center)"><label><add>Μάρτυρες</add><note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μάρτυρες</foreign> add. Markland</note> Ψήφισμα</label></p><p rend="align(indent)">ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη καὶ ἦλθον οἱ ἐκ τῆς βουλῆς Μουνιχίαζε, ἑκὼν ἀνέστη Ἀγόρατος ἀπὸ τοῦ βωμοῦ· καίτοι νῦν γε βίᾳ φησὶν ἀφαιρεθῆναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg013.perseus-grc2" n="30"><p>ἐπειδὴ δὲ εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. ἡ δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε τὰ ὀνόματα, οἶμαι μὲν καὶ αὐτὸν ὁμολογήσειν· εἰ δὲ μή, ἐπʼ αὐτοφώρῳ ἐγὼ αὐτὸν ἐξελέγξω. ἀπόκριναι δή μοι. </p></div></div></body></text></TEI>