ἀλλʼ αἰσθόμενοι ἐκ τοῦ τρόπου τούτου τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδʼ, ὥς φασί τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ τῷ Fuhr: τῶν MSS. Ἀθηναίων ποιήσασθαι. ἐνόμιζον δὲ δυνήσεσθαι, καὶ ἔπραξαν ἂν ταῦτα, εἰ μὴ ὑπʼ Ἀγοράτου τουτουὶ ἀπώλοντο. γνοὺς δὲ ταῦτα Θηραμένης καὶ οἱ ἄλλοι οἱ ἐπιβουλεύοντες ὑμῖν, ὅτι εἰσί τινες οἳ κωλύσουσι τὸν δῆμον καταλυθῆναι καὶ ἐναντιώσονται περὶ τῆς ἐλευθερίας, εἵλοντο, πρὶν τὴν ἐκκλησίαν τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς διαβολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι. πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν), ἀλλʼ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής. ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν, ὅπως πιστοτέρα ἡ μήνυσις φαίνοιτο. πιστοτέρα ἡ μήνυσις φαίνοιτο Francken: πιστότερα ὑμῖν ὑποφαίνοιτο MSS. ὡς δὲ ἑκὼν ἐμήνυσε, καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι. εἰσπέμπουσι εἰσπέμπουσι Dobree: ἐκπέμπουσι MSS. γὰρ εἰς τὴν βουλὴν τὴν πρὸ τῶν τριάκοντα βουλεύουσαν τὴν .. βουλεύουσαν del. Sluiter Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· ὁ δὲ Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος. ἡ δὲ βουλὴ ἡ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ οἱ οἱ add. Scheibe ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν ὑστέραν Taylor: ὑμετέραν MSS. βουλὴν τὴν τὴν add. Markland ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα τὰ τὰ add. Bekker ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼ οὐκ ἐπʼ Foertsch: οὐκέτι MSS. εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο, ἐγένετο Markland: ἐλέγετο MSS. καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε.