<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="96"><p>ἀνθʼ ὧν ὀργίσθητε μὲν ὥσπερ ὅτʼ ἐφεύγετε, ἀναμνήσθητε δὲ
        καὶ τῶν ἄλλων κακῶν ἃ πεπόνθατε ὑπʼ αὐτῶν, οἳ τοὺς μὲν ἐκ τῆς ἀγορᾶς τοὺς δʼ ἐκ τῶν ἱερῶν
        συναρπάζοντες βιαίως ἀπέκτειναν,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπέκτειναν</foreign> Reiske: <foreign xml:lang="grc">ἀπέκτενον</foreign> MSS.</note>
        τοὺς δὲ ἀπὸ τέκνων καὶ γονέων καὶ γυναικῶν ἀφέλκοντες<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀφέλκοντες</foreign> Reiske: <foreign xml:lang="grc">ἀφελόντες</foreign> MSS.</note> φονέας αὑτῶν ἠνάγκασαν γενέσθαι καὶ οὐδὲ ταφῆς τῆς
        νομιζομένης εἴασαν τυχεῖν, ἡγούμενοι τὴν αὑτῶν ἀρχὴν βεβαιοτέραν εἶναι τῆς παρὰ τῶν θεῶν
        τιμωρίας. ὅσοι δὲ τὸν θάνατον διέφυγον, </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="97"><p>πολλαχοῦ
        κινδυνεύσαντες καὶ εἰς πολλὰς πόλεις πλανηθέντες καὶ πανταχόθεν ἐκκηρυττόμενοι, ἐνδεεῖς
        ὄντες τῶν ἐπιτηδείων, οἱ μὲν ἐν πολεμίᾳ τῇ πατρίδι τοὺς παῖδας καταλιπόντες, οἱ δʼ ἐν ξένῃ
        γῇ, πολλῶν ἐναντιουμένων ἤλθετε εἰς τὸν Πειραιᾶ. πολλῶν δὲ καὶ μεγάλων κινδύνων ὑπαρξάντων
        ἄνδρες ἀγαθοὶ γενόμενοι τοὺς μὲν ἠλευθερώσατε, τοὺς δʼ εἰς τὴν πατρίδα κατηγάγετε.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="98"><p>εἰ δὲ ἐδυστυχήσατε καὶ τούτων ἡμάρτετε, αὐτοὶ μὲν ἂν
        δείσαντες ἐφεύγετε μὴ πάθητε τοιαῦτα οἷα καὶ πρότερον, καὶ οὔτʼ ἂν ἱερὰ οὔτε βωμοὶ ὑμᾶς
        ἀδικουμένους διὰ τοὺς τούτων τρόπους ὠφέλησαν, ἃ καὶ τοῖς ἀδικοῦσι σωτήρια γίγνεται· οἱ δὲ
        παῖδες ὑμῶν, ὅσοι μὲν ἐνθάδε ἦσαν, ὑπὸ τούτων ἂν ὑβρίζοντο, οἱ δʼ ἐπὶ ξένης μικρῶν ἂν ἕνεκα
        συμβολαίων ἐδούλευον ἐρημίᾳ τῶν ἐπικουρησόντων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="99"><p rend="align(indent)">ἀλλὰ γὰρ οὐ τὰ μέλλοντα ἔσεσθαι βούλομαι λέγειν, τὰ πραχθέντα ὑπὸ
        τούτων οὐ δυνάμενος εἰπεῖν. οὐδὲ γὰρ ἑνὸς κατηγόρου οὐδὲ δυοῖν ἔργον ἐστίν, ἀλλὰ πολλῶν.
        ὅμως δὲ τῆς ἐμῆς προθυμίας <add>οὐδὲν</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲν</foreign> add. Canter</note> ἐλλέλειπται, ὑπέρ <add>τε</add>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign> add. Sauppe</note> τῶν
        ἱερῶν, ἃ οὗτοι τὰ μὲν ἀπέδοντο τὰ δʼ εἰσιόντες ἐμίαινον, ὑπέρ τε τῆς πόλεως, ἣν μικρὰν
        ἐποίουν, ὑπέρ τε τῶν νεωρίων, ἃ καθεῖλον, καὶ ὑπὲρ τῶν τεθνεώτων, οἷς ὑμεῖς, ἐπειδὴ ζῶσιν
        ἐπαμῦναι οὐκ ἐδύνασθε, ἀποθανοῦσι βοηθήσατε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="100"><p>οἶμαι δʼ
        αὐτοὺς ἡμῶν<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῶν</foreign> Auger:
            <foreign xml:lang="grc">ὑμῶν</foreign> MSS.</note> τε ἀκροᾶσθαι καὶ ὑμᾶς εἴσεσθαι τὴν
        ψῆφον φέροντας, ἡγουμένους, ὅσοι μὲν ἂν τούτων ἀποψηφίσησθε, αὐτῶν θάνατον κατεψηφισμένους
          ἔσεσθαι,<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατεψηφισμένους
            ἔσεσθαι</foreign> Kayser: <foreign xml:lang="grc">καταψηφιεῖσθαι</foreign> MSS.</note>
        ὅσοι δʼ ἂν παρὰ τούτων δίκην λάβωσιν, ὑπὲρ αὐτῶν τιμωρίας πεποιημένους. </p><p rend="align(indent)">παύσομαι κατηγορῶν. ἀκηκόατε, ἑωράκατε, πεπόνθατε, ἔχετε·
        δικάζετε.
      </p></div></div></body></text></TEI>