<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="91"><p>προσταχθέντα ἐποιεῖτε· νυνὶ μὲν γὰρ οὐδεὶς ὑμᾶς ἀναγκάζει παρὰ τὴν ὑμετέραν γνώμην
                     ψηφίζεσθαι.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ψηφίζεσθηαι</foreign> Bekker:
                        <foreign xml:lang="grc">ἀποψηφίζεσθηαι</foreign> MSS</note> ὥστε συμβουλεύω μὴ τούτων
                  ἀποψηφισαμένους ὑμῶν αὐτῶν καταψηφίσασθαι. μηδʼ οἴεσθε κρύβδην τὴν ψῆφον εἶναι
                  φανερὰν γὰρ τῇ πόλει τὴν ὑμετέραν γνώμην ποιήσετε. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="92"><p rend="align(indent)">βούλομαι δὲ ὀλίγα ἑκατέρους ἀναμνήσας καταβαίνειν, τούς
        τε ἐξ ἄστεως καὶ τοὺς ἐκ Πειραιῶς, ἵνα τὰς ὑμῖν τούτων γεγενημένας συμφορὰς παραδείγματα
        ἔχοντες τὴν ψῆφον φέρητε. καὶ πρῶτον μὲν ὅσοι ἐξ ἄστεώς ἐστε, σκέψασθε ὅτι ὑπὸ τούτων οὕτω
        σφόδρα ἤρχεσθε, ὥστε ἀδελφοῖς καὶ ὑέσι καὶ πολίταις ἠναγκάζεσθε πολεμεῖν τοιοῦτον πόλεμον,
        ἐν ᾧ ἡττηθέντες μὲν τοῖς νικήσασι τὸ ἴσον ἔχετε, νικήσαντες δʼ ἄν τούτοις ἐδουλεύετε.
          </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="93"><p>καὶ τοὺς ἰδίους οἴκους οὗτοι μὲν <del>ἂν</del>
                  <note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃν</foreign> del. Baiter</note> ἐκ τῶν
        πραγμάτων μεγάλους ἐκτήσαντο, ὑμεῖς δὲ διὰ τὸν πρὸς ἀλλήλους πόλεμον ἐλάττους ἔχετε·
        συνωφελεῖσθαι μὲν γὰρ ὑμᾶς οὐκ ἠξίουν, συνδιαβάλλεσθαι δʼ ἠνάγκαζον, εἰς τοσοῦτον ὑπεροψίας
        ἐλθόντες ὥστε οὐ τῶν ἀγαθῶν κοινούμενοι πιστοὺς ὑμᾶς ἐκτῶντο, ἀλλὰ τῶν ὀνειδῶν μεταδιδόντες
        εὔνους ὤοντο εἶναι. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="94"><p>ἀνθʼ ὧν ὑμεῖς νῦν ἐν τῷ θαρραλέῳ
        ὄντες, καθʼ ὅσον δύνασθε, καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ ὑπὲρ τῶν ἐκ Πειραιῶς τιμωρήσασθε,
        ἐνθυμηθέντες μὲν ὅτι ὑπὸ τούτων πονηροτάτων<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πονηροτάτων</foreign> Reiske: <foreign xml:lang="grc">πονηροτέρων</foreign> MSS.</note> ὄντων ἤρχεσθε, ἐνθυμηθέντες δὲ ὅτι μετʼ ἀνδρῶν νῦν
        ἀρίστων πολιτεύεσθε καὶ τοῖς πολεμίοις μάχεσθε καὶ περὶ τῆς πόλεως βουλεύεσθε, ἀναμνησθέντες
        δὲ τῶν ἐπικούρων, οὓς οὗτοι φύλακας τῆς σφετέρας<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σφετέρας</foreign> Markland: <foreign xml:lang="grc">ὑμετέρας</foreign>
          MSS.</note> ἀρχῆς καὶ τῆς ὑμετέρας δουλείας εἰς τὴν ἀκρόπολιν κατέστησαν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0540.tlg012.perseus-grc2" n="95"><p>καὶ πρὸς ὑμᾶς μὲν ἔτι πολλῶν ὄντων εἰπεῖν τοσαῦτα λέγω. ὅσοι δʼ ἐκ
        Πειραιῶς ἐστε, πρῶτον μὲν τῶν ὅπλων ἀναμνήσθητε, ὅτι πολλὰς μάχας ἐν τῇ ἀλλοτρίᾳ μαχεσάμενοι
        οὐχ ὑπὸ τῶν πολεμίων ἀλλʼ ὑπὸ τούτων εἰρήνης οὔσης ἀφῃρέθητε τὰ ὅπλα, ἔπειθʼ ὅτι
        ἐξεκηρύχθητε μὲν ἐκ τῆς πόλεως, ἣν ὑμῖν οἱ πατέρες παρέδοσαν, φεύγοντας δὲ ὑμᾶς ἐκ τῶν
        πόλεων ἐξῃτοῦντο.<note resp="Loeb" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑξῃτοῦντο</foreign> Contius: <foreign xml:lang="grc">ἐζῃτοῦντο</foreign> MSS.</note>
               </p></div></div></body></text></TEI>